Diagraphe for the sale of the priesthood of Zeus Alseios. Pedimental stele of white marble, broken at the bottom; inscribed on the front and back faces.
[ ]
Kos Isl. — Kos — 1st c. BC — M. Segre, Iscr. di Cos (1993) ED 215 — Chiron 35 (2005) 253-254 — SEG 55.934bis
See also:
face A, front.1 | τάδε συνέγραψαν προστάται |
Ζώπυρος Διομέδοντος, Πλείσταινος | |
Ἀριστείδου, Πυθοκλῆς Πυθοκλεῦς, | |
Πυθόδωρος Τεισάρχου, Κριτόβουλος | |
5 | Μήδου, καὶ βουλᾶς γραμματεὺς |
Ἀρίστανδρος Ἀρίστωνος | |
περὶ τᾶς ἱερωσύνας τοῦ Διὸς τοῦ Ἀλσείου· | |
[ὁ πριά]μενος τὰν ἱερωσύναν ἔστω ὑγιὴς καὶ ὁλό- | |
[κλαρος] καὶ μὴ νεώτερος ἐτέων ὀκτώ· ἔστωι δὲ̣ | |
10 | [ἀλειτ]ούργητος πασᾶν τᾶν λειτουργιᾶν πλὰν τριη- |
[ραρ]χίας καὶ λαμπαδαρχίας· σπενδέτωι δὲ ἐν τῷ ἀ- | |
[γῶ]νι τῶν Διονυσίων καὶ ἐν προεδρίᾳ καθήσθωι μετὰ | |
[τ]ῶν ἄλλων ἱερέων· στεφανούτω δὲ καὶ τὸς νεικῶντας | |
τὸν μακρὸν δρόμον καὶ τοὺς τὰν πράταν τᾷ λαν- | |
15 | πάδι καὶ τὸν ἀγῶνα τοῖς Ἀλσείοις· ἐχέτω δὲ καὶ κι- |
τῶνα πορφύρεον, φορείτω δὲ καὶ στέφανον θάλ- | |
λινον ἔχοντα ἄφαμμα χρύσεον ἐν τοῖς συντελουμέ- | |
νοις ἀγῶσιν καὶ χρυσοφορείτωι· καρπεύσεται δὲ | |
καὶ τὸ τέμενος καθότι καὶ ὁ πρότερον ἱερεὺς ἐ- | |
20 | καρπεύετο· τὸν δὲ τόπον τὸν εἰσπορευόμενον ἐν |
δεξιᾷ ἐκ τοῦ σταδίου μέχρι τῶν νακορείων καὶ τᾶ[ς] | |
οἰκίας ἀνεῖσθαι ποτὶ τὰς σκανοπαγίας ταῖς καν[η]- | |
φόροις καὶ τὸς ἀγερμὸς καὶ τὰς ἄλλας θυσίας τὰς | |
συντελευμένα{ι}ς {²⁶συντελευμένας}²⁶ τᾶι θεᾶι· θυόντωι δὲ ὅ τε μόναρ- | |
25 | χος καὶ τοὶ ἱεροποιοὶ ὑπὲρ τᾶς πόλιος τοῦ μηνὸς |
τοῦ Ἀλσείου τᾷ δεκάτᾳ βοῦν μὴ ἐλάσσονος ἄξι- | |
ον δραχμᾶν πεντακοσιᾶν καὶ οἶν μὴ ἐλασ- | |
σονος ἄξιον δραχμᾶν τριάκοντα, καὶ τῶν | |
λαμπαδάρχων ἕκαστος ὗν μὴ ἐλάσσο- | |
30 | νος ἀξίαν δραχμᾶν ἑκατόν, καὶ ὁ ἀγωνο- |
θέτας ὗν μὴ ἐλάσσονος ἀξίαν δραχμᾶν ἑκατόν, | |
καὶ τῶν δάμων ἕκαστος οἶν μὴ ἐλάσσονος ἄξιον δρα- | |
χμῶν εἴκοσι πέντε· θυόντωι δὲ καὶ τοὶ στραταγοὶ τοῦ | |
Ὑακινθίου μηνὸς τᾷ δευτέρᾳ τῶι Διὶ τῶι Ἀλσείωι βοῦν | |
35 | μὴ ἐλάσσονος ἄξιον δραχμῶν τριακοσίων, καὶ πομπευ- |
〚 rasura 〛όντω {²⁶πομπευόντω}²⁶ μετὰ τοῦ ἱερέως καὶ ἀγωνοθέ̣τ̣α | |
καὶ γυμνασιάρχου καὶ ὑπογυμνασιάρχου, τοὶ δὲ ἔ̣- | |
φηβοι καὶ τοὶ παῖδες μετ’ αὐτῶν ἐν ὅπλοις· θυέτω δὲ ὁ γυ- | |
μνασίαρχος ἐν τᾷ αὐτᾷ ἁμέρᾳ τὸν <⁶¹ rasura καὶ τούτω̣ν>⁶¹ | |
40 | <⁶¹τ̣ῶν ἱερείων τὸν μὲν βοῦν μὴ ἐλάσσονος ἄξιον [— — — —]>⁶¹ |
<⁶¹․․ΥΝ rasura θυέτω δὲ καὶ ὁ ἀγωνοθέτας>⁶¹ τᾷ αὐτᾷ [ἁ]- | |
[μέρᾳ] β̣[οῦν] μ̣ὴ ἐ[λ]άσσονος ἄξιον δραχμῶν ἑκατόν, κ̣α[ὶ] | |
[— — — — — — — — — — — — — — — —]#⁷#⁷Ν μὴ ἐλάσσονος | |
[ἄξιον δραχμᾶν — — — — — — — — — — — — — —]Λ̣ΟΝΟ | |
face B, back.45 | [— — — — — — — — — — — — — — — — — — — — —] |
46-57 | [— — — — — — — {²vv. fere 12 erasi}² — — — — — —] |
58 | [— — — —]Ο[․] ἐπὶ τὸς τ[— — — — — — — — — — —] |
[— — —] καὶ Π[․]Ρ̣Α̣[— — — — — — — — — — — — —] | |
60 | τετράδι τοῦ Δαλίου μην[ὸς — — — — — — — — — — —] |
61-68 | [— — — — — — — — {²8 vv. erasi}² — — — — — — — —] |
69 | [〚— — — — — — — — — — — — — — — — — — —〛 τοὶ] |
70 | δὲ πωληταὶ μισθ̣[ω]σάντωι τε̣λέ[σ]α̣[ι τ]ὸν ἱ[ερῆ κ]α̣τ̣[ὰ] |
τὰ νομιζόμενα καὶ τὰν διαγ̣ραφὰν τάν[δ]ε̣ [ἀνα]- | |
γράψαι ἐς στ̣άλαν λιθίναν καὶ ἀναθέμ̣[ε]ν̣ πα- | |
ρὰ τὸν βωμὸν τὸν τοῦ Διὸ[ς τ]οῦ Ἀλσείου· τὸ δὲ γε̣- | |
νόμενον ἀνάλωμα ἐ̣[ς] τὰς̣ [θ]υ̣σίας̣ [τ]ὰ̣ς συντελ̣[ου]- | |
75 | μένας ὑπὸ τῶν προστατᾶν ἐ̣[πὶ] τᾶι π[ρά]σ̣[ει τ]ᾶ̣[ς] |
[ἱ]ερωσύνας καὶ τὰν τελετὰν καὶ τὰν [στ]άλαν [καὶ] | |
τ̣ὰν ἀναγραφὰν τᾶς δ[ι]αγρα[φ]ᾶς προτελεσ[άν]- | |
τωι τοὶ προστάται· ὁ δὲ πριάμενος τὰν ἱερωσ[ύ]ν̣[αν] | |
καταβαλεῖ καὶ ταῦτα ἅμα [τ]ᾶι πράται καταβολ[ᾶι] | |
80 | χω̣ρὶ τᾶς ἄλλας τειμᾶς· αἰ δέ κα μὴ καταβάλη̣ κα̣θὰ |
γέγραπται, ἀποτεισάτωι διπλάσιον. | |
vacat 0,105 |