Diagraphe for the sale of the priesthood of Zeus Alseios. Pedimental stele of white marble, broken at the bottom; inscribed on the front and back faces.
[ ]
Kos Isl. — Kos — 1st c. BC — M. Segre, Iscr. di Cos (1993) ED 215 — Chiron 35 (2005) 253-254 — SEG 55.934bis
See also:
| face A, front.1 | τάδε συνέγραψαν προστάται |
| Ζώπυρος Διομέδοντος, Πλείσταινος | |
| Ἀριστείδου, Πυθοκλῆς Πυθοκλεῦς, | |
| Πυθόδωρος Τεισάρχου, Κριτόβουλος | |
| 5 | Μήδου, καὶ βουλᾶς γραμματεὺς |
| Ἀρίστανδρος Ἀρίστωνος | |
| περὶ τᾶς ἱερωσύνας τοῦ Διὸς τοῦ Ἀλσείου· | |
| [ὁ πριά]μενος τὰν ἱερωσύναν ἔστω ὑγιὴς καὶ ὁλό- | |
| [κλαρος] καὶ μὴ νεώτερος ἐτέων ὀκτώ· ἔστωι δὲ̣ | |
| 10 | [ἀλειτ]ούργητος πασᾶν τᾶν λειτουργιᾶν πλὰν τριη- |
| [ραρ]χίας καὶ λαμπαδαρχίας· σπενδέτωι δὲ ἐν τῷ ἀ- | |
| [γῶ]νι τῶν Διονυσίων καὶ ἐν προεδρίᾳ καθήσθωι μετὰ | |
| [τ]ῶν ἄλλων ἱερέων· στεφανούτω δὲ καὶ τὸς νεικῶντας | |
| τὸν μακρὸν δρόμον καὶ τοὺς τὰν πράταν τᾷ λαν- | |
| 15 | πάδι καὶ τὸν ἀγῶνα τοῖς Ἀλσείοις· ἐχέτω δὲ καὶ κι- |
| τῶνα πορφύρεον, φορείτω δὲ καὶ στέφανον θάλ- | |
| λινον ἔχοντα ἄφαμμα χρύσεον ἐν τοῖς συντελουμέ- | |
| νοις ἀγῶσιν καὶ χρυσοφορείτωι· καρπεύσεται δὲ | |
| καὶ τὸ τέμενος καθότι καὶ ὁ πρότερον ἱερεὺς ἐ- | |
| 20 | καρπεύετο· τὸν δὲ τόπον τὸν εἰσπορευόμενον ἐν |
| δεξιᾷ ἐκ τοῦ σταδίου μέχρι τῶν νακορείων καὶ τᾶ[ς] | |
| οἰκίας ἀνεῖσθαι ποτὶ τὰς σκανοπαγίας ταῖς καν[η]- | |
| φόροις καὶ τὸς ἀγερμὸς καὶ τὰς ἄλλας θυσίας τὰς | |
| συντελευμένα{ι}ς {²⁶συντελευμένας}²⁶ τᾶι θεᾶι· θυόντωι δὲ ὅ τε μόναρ- | |
| 25 | χος καὶ τοὶ ἱεροποιοὶ ὑπὲρ τᾶς πόλιος τοῦ μηνὸς |
| τοῦ Ἀλσείου τᾷ δεκάτᾳ βοῦν μὴ ἐλάσσονος ἄξι- | |
| ον δραχμᾶν πεντακοσιᾶν καὶ οἶν μὴ ἐλασ- | |
| σονος ἄξιον δραχμᾶν τριάκοντα, καὶ τῶν | |
| λαμπαδάρχων ἕκαστος ὗν μὴ ἐλάσσο- | |
| 30 | νος ἀξίαν δραχμᾶν ἑκατόν, καὶ ὁ ἀγωνο- |
| θέτας ὗν μὴ ἐλάσσονος ἀξίαν δραχμᾶν ἑκατόν, | |
| καὶ τῶν δάμων ἕκαστος οἶν μὴ ἐλάσσονος ἄξιον δρα- | |
| χμῶν εἴκοσι πέντε· θυόντωι δὲ καὶ τοὶ στραταγοὶ τοῦ | |
| Ὑακινθίου μηνὸς τᾷ δευτέρᾳ τῶι Διὶ τῶι Ἀλσείωι βοῦν | |
| 35 | μὴ ἐλάσσονος ἄξιον δραχμῶν τριακοσίων, καὶ πομπευ- |
| 〚 rasura 〛όντω {²⁶πομπευόντω}²⁶ μετὰ τοῦ ἱερέως καὶ ἀγωνοθέ̣τ̣α | |
| καὶ γυμνασιάρχου καὶ ὑπογυμνασιάρχου, τοὶ δὲ ἔ̣- | |
| φηβοι καὶ τοὶ παῖδες μετ’ αὐτῶν ἐν ὅπλοις· θυέτω δὲ ὁ γυ- | |
| μνασίαρχος ἐν τᾷ αὐτᾷ ἁμέρᾳ τὸν <⁶¹ rasura καὶ τούτω̣ν>⁶¹ | |
| 40 | <⁶¹τ̣ῶν ἱερείων τὸν μὲν βοῦν μὴ ἐλάσσονος ἄξιον [— — — —]>⁶¹ |
| <⁶¹․․ΥΝ rasura θυέτω δὲ καὶ ὁ ἀγωνοθέτας>⁶¹ τᾷ αὐτᾷ [ἁ]- | |
| [μέρᾳ] β̣[οῦν] μ̣ὴ ἐ[λ]άσσονος ἄξιον δραχμῶν ἑκατόν, κ̣α[ὶ] | |
| [— — — — — — — — — — — — — — — —]#⁷#⁷Ν μὴ ἐλάσσονος | |
| [ἄξιον δραχμᾶν — — — — — — — — — — — — — —]Λ̣ΟΝΟ | |
| face B, back.45 | [— — — — — — — — — — — — — — — — — — — — —] |
| 46-57 | [— — — — — — — {²vv. fere 12 erasi}² — — — — — —] |
| 58 | [— — — —]Ο[․] ἐπὶ τὸς τ[— — — — — — — — — — —] |
| [— — —] καὶ Π[․]Ρ̣Α̣[— — — — — — — — — — — — —] | |
| 60 | τετράδι τοῦ Δαλίου μην[ὸς — — — — — — — — — — —] |
| 61-68 | [— — — — — — — — {²8 vv. erasi}² — — — — — — — —] |
| 69 | [〚— — — — — — — — — — — — — — — — — — —〛 τοὶ] |
| 70 | δὲ πωληταὶ μισθ̣[ω]σάντωι τε̣λέ[σ]α̣[ι τ]ὸν ἱ[ερῆ κ]α̣τ̣[ὰ] |
| τὰ νομιζόμενα καὶ τὰν διαγ̣ραφὰν τάν[δ]ε̣ [ἀνα]- | |
| γράψαι ἐς στ̣άλαν λιθίναν καὶ ἀναθέμ̣[ε]ν̣ πα- | |
| ρὰ τὸν βωμὸν τὸν τοῦ Διὸ[ς τ]οῦ Ἀλσείου· τὸ δὲ γε̣- | |
| νόμενον ἀνάλωμα ἐ̣[ς] τὰς̣ [θ]υ̣σίας̣ [τ]ὰ̣ς συντελ̣[ου]- | |
| 75 | μένας ὑπὸ τῶν προστατᾶν ἐ̣[πὶ] τᾶι π[ρά]σ̣[ει τ]ᾶ̣[ς] |
| [ἱ]ερωσύνας καὶ τὰν τελετὰν καὶ τὰν [στ]άλαν [καὶ] | |
| τ̣ὰν ἀναγραφὰν τᾶς δ[ι]αγρα[φ]ᾶς προτελεσ[άν]- | |
| τωι τοὶ προστάται· ὁ δὲ πριάμενος τὰν ἱερωσ[ύ]ν̣[αν] | |
| καταβαλεῖ καὶ ταῦτα ἅμα [τ]ᾶι πράται καταβολ[ᾶι] | |
| 80 | χω̣ρὶ τᾶς ἄλλας τειμᾶς· αἰ δέ κα μὴ καταβάλη̣ κα̣θὰ |
| γέγραπται, ἀποτεισάτωι διπλάσιον. | |
| vacat 0,105 |