[ ] Kos Isl. — Kos — 1st c. BC
face A,front.1 τάδε συνέγραψαν προστάται
Ζώπυρος Διομέδοντος, Πλείσταινος
Ἀριστείδου, Πυθοκλῆς Πυθοκλεῦς,
Πυθόδωρος Τεισά̣ρχου, Κριτόβουλος
5 Μήδου, καὶ βουλᾶς γραμματεὺς
   Ἀρίστανδρος Ἀρίστωνος
περὶ τᾶς ἱερωσύνας τοῦ Διὸς τοῦ Ἀλσείου.
[ὁ πριά]μενος τὰν ἱερωσύναν ἔστω ὑγιὴς καὶ ὁλό-
[κλαρος] καὶ μὴ νεώτερος ἐτέων ὀκτώ· ἔστω {ι} καὶ
10 [ἀλειτ]ούργητος πασᾶν τᾶν λειτουργιᾶν πλὰν τριη-
[ραρ]χίας καὶ λαμπαδαρχίας· σπενδέτω {ι} δὲ ἐν τῷ ἀ-
[γῶ]νι τῶν Διονυσίων, καὶ ἐν προεδρίᾳ καθήσθω μετὰ
[τ]ῶν ἄλλων ἱερέων. στεφανούτω δὲ καὶ τὸς νεικῶντας
τὸν μακρὸν δρόμον καὶ τοὺς τὰν πράταν τᾷ λαμ-
15 πάδι καὶ τὸν ἀγῶνα τοῖς Ἀλσείοις. ἐχέτω δὲ καὶ κι-
τῶνα πορφύρεον, φορείτω δὲ καὶ στέφανον θάλ-
λινον ἔχοντα ἄφαμμα χρύσεον ἐν τοῖς συντελουμέ-
νοις ἀγῶσιν, καὶ χρυσοφορείτω. καρπεύσεται δὲ
καὶ τὸ τέμενος καθότι καὶ ὁ πρότερον ἱερεὺς ἐ-
20 καρπεύετο. τὸν δὲ τόπον τὸν εἰσπορευόμενον ἐν
δεξιᾷ ἐκ τοῦ σταδίου μέχρι τῶν νακορείων καὶ τᾶ[ς]
οἰκίας ἀνεῖσθαι ποτὶ τὰς σκανοπαγίας ταῖς καν̣[η]-
φόροις καὶ τὸς ἀγερμὸς καὶ τὰς ἄλλας θυσίας τὰς
συντελουμένα{ι}ς {²⁶συντελουμένας}²⁶ τᾶι θεᾶι. θυόντω δὲ ὅ τε μόναρ-
25 χος καὶ τοὶ ἱεροποιοὶ ὑπὲρ τᾶς πόλιος τοῦ μηνὸς
τοῦ Ἀλσείου τᾷ δεκάτᾳ βοῦν μὴ ἐλάσσονος ἄξι-
ον δραχμᾶν πεντακοσιᾶν καὶ ὄϊν μὴ ἐλασ-
σονος ἄξιον δραχμᾶν τριάκοντα, καὶ τῶν
λαμπαδάρχων ἕκαστος ὗν μὴ ἐλάσσο-
30 νος ἀξίαν δραχμᾶν ἑκατόν, καὶ ὁ ἀγωνο-
θέτας ὗν μὴ ἐλάσσονος ἀξίαν δραχμᾶν ἑκατόν,
καὶ τῶν δάμων ἕκαστος ὄϊν μὴ ἐλάσσονος ἄξιον δρα-
χμῶν εἴκοσι πέντε. θυόντω δὲ καὶ τοὶ στραταγοὶ τοῦ
Ὑακινθίου μηνὸς τᾷ δευτέρᾳ τῶι Διὶ τῶι Ἀλσείωι βοῦν
35 μὴ ἐλάσσονος ἄξιον δραχμῶν τριακοσίων, καὶ πομπευ-
〚— — —〛όντω {²⁶πομπευόντω}²⁶ μετὰ τοῦ ἱερέως καὶ ἀγωνοθ[έτα]
καὶ γυμνασιάρχου καὶ ὑπογυμνασιάρχου· τοὶ δὲ [ἔ]-
φηβοι καὶ τοὶ παῖδες μετ’ αὐτῶν ἐν ὅπλοις. θυέτω δὲ ὁ γυ-
μνασίαρχος ἐν τᾷ αὐτᾷ ἁμέρᾳ τὸν 〚․c.3․〛. καὶ τού[των]
40 [τῶ]ν ἱερείων τὸν μὲν βοῦν μὴ ἐλάσσονος ἄξιον δρ[αχμᾶν]
〚— — —〛 θυέτω δὲ καὶ ὁ ἀγωνοθέτας τᾷ αὐτᾷ
[ἁμέρᾳ βοῦν μὴ ἐλά]σσονος ἄξιον δραχμῶν ἑκατόν,
[καὶ — — — — — — — — — — — — — — — — —] μὴ ἐλάσσονος
[ἄξιον δραχμᾶν — — — — — — — —  — — — — — —]ΛΟΝΟ
[— — — — — — — — — — — — — — — — — — — — — —]
face B,back              {²circa duodecim versus erasi
1 [— — — — — — — —]Ο[․]ΕΙΠ[․․]ΣΤΙ[— — — — — —]
[— — — — — —]ΑΙΠ[․]ΡΑ[— — — — — — — — — — —]
[— — — πα]ραδότωσα[ν] λό[γον — — — — — — — —]
4-11                     {²octo versus erasi
12 [— — — — — — — — — — — — — — — — — — — — τοὶ]
[δὲ πω]ληταὶ μισ[θω]σάν[τω] τ̣ὰν̣ [τελετὰν τοῦ ἱερέως κατὰ]
τὰ νομιζόμενα καὶ τὰν δ[ι̣]α̣γ̣ρ̣αφὰν τάν[δε ἀνα]-
15 γράψαι εἰς [σ]τ̣άλαν λιθίναν καὶ ἀναθ[έμε]ν̣ πα-
ρὰ τὸν βωμὸν τὸν τοῦ Διὸ[ς τ]οῦ Ἀλσείου. τὸ δὲ γ[ε]-
νόμενον ἀνάλωμα [ἐς] τ̣ὰ̣[ς θ]υ̣σ̣ί̣α̣[ς] τὰς̣ σ̣υντε̣[λου]-
μένας ὑπὸ τῶν προστατᾶν ἐ̣[πὶ τ]ᾶι π[ρά]σ̣[ει τᾶς]
[ἱ]ερωσύνας καὶ τὰν τελετὰν καὶ τὰν [στ]άλαν [καὶ]
20 [τ]ὰν ἀναγραφὰν τᾶς δ[ι]αγρ[αφ]ᾶς ἀποτελεσ[άν]-
[τ]ω τοὶ προστάται· ὁ δὲ πριάμενος τὰν ἱερωσ[ύναν]
καταβαλεῖ καὶ ταῦτα [ἅ]μα [τ]ᾶι πράται καταβο[λᾶι]
[καὶ] τὰς ἄλλας τειμάς· αἰ δέ κα μὴ καταβάληι κα̣[τὰ]
γέγραπται, ἀποτεισάτωι διπλάσιον.
25                                    vacat
Search Help
Contact Us