Letter of Eumenes II concerning the Nikephoria and response of the Koans.  Two joining fragments of a stele of white marble, preserved on the left and at the bottom.
[ ] Kos Isl. — Kos — 182 BC — Hermes 65 (1930) 455, I (b) — M. Segre, Hellenica 5 (1948) 102-128 (ab) — K.J. Rigsby, Asylia (1996) 366, 176
I.1 [β]ασιλεὺς v Εὐμένης v Κ[ώιων τῆι βουλῆι καὶ]
τῶι δήμωι χαίρειν· τὴν Ἀ̣[θηνᾶν μὲν τιμῶμεν]
μάλιστα τῶν ἄλλων θε[ῶν διὰ τὸ πολλὰς καὶ]
μεγάλας ἡμῖν περιτεθε[ικέναι εὐημερίας ἐν]
5 παντοδαπαῖς περιστάσ[εσιν καιρῶν, Νικηφόρον]
τε προσηγορεύκαμεν, [καλλίστην νομίζον]-
τες εἶναι καὶ οἰκειοτάτη[ν αὐτῆι τὴν προσω]-
νυμίαν ταύτην, καθάπερ [καὶ πρότερον ἐγράψαμεν]·
δὶς γὰρ ἤδη παρακληθέ[ντες ὑφ’ ἡμῶν τάς τε]
10 πανηγύρεις, ἃς τότ[ε κατηγγείλαμεν, ἀπεδέξασθε]
φιλοφρόνως καὶ πέμψ̣[αντες θεωροὺς ἐκοινω]-
[ν]ήσατε τῶν ἱερῶν ὁ[σίως καὶ εὐσεβῶς· καὶ νῦν]
[ἐ]παύξειν δὲ βουλόμ[ενοι τὰς τιμὰς τῆς θεοῦ]
[κ]αὶ μείζω χαριστή[ρια τῶν κατὰ πόλεμον ἀγώνων]
15 [ἀ]ποδιδόναι, διεγ̣ν̣[ωκότες δὲ συντελεῖν αὐτῆι πα]-
[ν]ήγυρίν τε διὰ πέν[τε ἐτῶν καὶ στεφανίτας μουσι]-
[κο]ὺς καὶ γυμνικοὺς [καὶ ἱππικοὺς ἀγῶνας, ἀνα]-
[δεδ]ε̣ιχότες καὶ τὸ π[ρὸς Περγάμωι ἱερὸν αὐτῆς ἄσυ]-
[λον], ὧι θήσομεν αὐ[τοὶ τὰ ὅρια, καλῶς δὲ ἔχον κε]-
20 [κρικότες ταῦτα ὑ]πὸ̣ [θεωρῶν καταγγέλλεσθαι],
[ὥστε τ]ο̣ὺς ἀγῶνα̣[ς τούτους συντελεῖσθαι σὺν]
[ἅπα]σ̣ι τοῖς ἐκτενεσ[τάτοις τῶν Ἑλλήνων, ἐπι]-
[τευ]γμάτων μεγάλω[ν χαριστήρια τῆι Ἀθηνᾶι],
πεπόμφαμεν θεωρ[οὺς πρὸς ὑμᾶς — — — — — —]-
25 ρ̣έα, τυγχάνοντα παρ’ [ἡμῖν τιμῆς τε τῆς πρώτης καὶ προ]-
εδρίας δι<ὰ> τὴν καλοκ[ἀγαθίαν καὶ — — c.12 — —]
Μυριναῖον καὶ Μέγωνα [Ἐφέσιον, τῶν φίλων τῶν προ]-
τιμωμένων παρ’ ἡμῖν, [καὶ — — — — καὶ Κάλαν Περγα]-
μηνούς, καὶ ὑφ’ ἡμῶμ μὲ[ν κρινομένους ἀξίους, ὡς]
30 δὲ πολίτας τετευχ[ότας κατὰ τὴν ἡλικίαν τῶν προση]-
κόντων, προκεχιρισ[μένους δὲ καὶ ὑπὸ τῆς πόλεως]
διὰ τὸ καταγγέλλε[ιν μεθ’ ἡμῶν τὰ Νικηφόρια· καλῶς]
οὖν ποιήσετε πρῶ̣[τον μὲν διὰ τὴν θεόν, ἔπειτα δὲ]
καὶ δι’ ἡμᾶς τῶν ἀνδ[ρῶν τε φιλοφρόνως διακούσαν]-
35 τες καὶ ἀποδεξάμεν[οι τά τε Νικηφόρια καὶ τὴν ἀσυλίαν ὥσ]-
περ ὑμῖν ἁρμόζει· ταῦτ[α γὰρ πράξαντες τὰ μὲν ἐκείνης τί]-
μια φανεῖσθε συναύξ[οντες, ἡμᾶς δὲ ἀκολούθως τῆι]
παρ’ ἡμῶν ὑπαρχούση̣[ι πρὸς τὸν δῆμον ὑμῶν εὐνοίαι]
ὡς ἐνδέχεται μάλισ[τα προθύμους ἕξετε τὸ λοιπὸν κατὰ]
40 πάντα καιρὸν πρὸς τ[ὰ συμφέροντα ὑμῖν· τὰ δὲ πλείονα]
περὶ τῶν κατὰ μέρος [ἀκούσετε παρ’ αὐτῶν τῶν θεω]-
II.42 ρ̣ῶ̣ν. ἔρρωσθε.     vacat    [ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι],
γνώμα προστατᾶν· [ἐπειδὴ βασιλεὺς Εὐμένης ἀπέσταλ]-
[κε] θεωροὺς [— — — — — — — — — — — — — — τοὺς]
45 ἐ̣παγ[γέλλοντας — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — —]
Search Help