Letter of Eumenes II concerning the Nikephoria and response of the Koans. Two joining fragments of a stele of white marble, preserved on the left and at the bottom.
[ ]
Kos Isl. — Kos — 182 BC — Hermes 65 (1930) 455, I (b) — M. Segre, Hellenica 5 (1948) 102-128 (ab) — K.J. Rigsby, Asylia (1996) 366, 176
See also:
| I.1 | [β]ασιλεὺς v Εὐμένης v Κ[ώιων τῆι βουλῆι καὶ] |
| τῶι δήμωι χαίρειν· τὴν Ἀ̣[θηνᾶν μὲν τιμῶμεν] | |
| μάλιστα τῶν ἄλλων θε[ῶν διὰ τὸ πολλὰς καὶ] | |
| μεγάλας ἡμῖν περιτεθε[ικέναι εὐημερίας ἐν] | |
| 5 | παντοδαπαῖς περιστάσ[εσιν καιρῶν, Νικηφόρον] |
| τε προσηγορεύκαμεν, [καλλίστην νομίζον]- | |
| τες εἶναι καὶ οἰκειοτάτη[ν αὐτῆι τὴν προσω]- | |
| νυμίαν ταύτην, καθάπερ [καὶ πρότερον ἐγράψαμεν]· | |
| δὶς γὰρ ἤδη παρακληθέ[ντες ὑφ’ ἡμῶν τάς τε] | |
| 10 | πανηγύρεις, ἃς τότ[ε κατηγγείλαμεν, ἀπεδέξασθε] |
| φιλοφρόνως καὶ πέμψ̣[αντες θεωροὺς ἐκοινω]- | |
| [ν]ήσατε τῶν ἱερῶν ὁ[σίως καὶ εὐσεβῶς· καὶ νῦν] | |
| [ἐ]παύξειν δὲ βουλόμ[ενοι τὰς τιμὰς τῆς θεοῦ] | |
| [κ]αὶ μείζω χαριστή[ρια τῶν κατὰ πόλεμον ἀγώνων] | |
| 15 | [ἀ]ποδιδόναι, διεγ̣ν̣[ωκότες δὲ συντελεῖν αὐτῆι πα]- |
| [ν]ήγυρίν τε διὰ πέν[τε ἐτῶν καὶ στεφανίτας μουσι]- | |
| [κο]ὺς καὶ γυμνικοὺς [καὶ ἱππικοὺς ἀγῶνας, ἀνα]- | |
| [δεδ]ε̣ιχότες καὶ τὸ π[ρὸς Περγάμωι ἱερὸν αὐτῆς ἄσυ]- | |
| [λον], ὧι θήσομεν αὐ[τοὶ τὰ ὅρια, καλῶς δὲ ἔχον κε]- | |
| 20 | [κρικότες ταῦτα ὑ]πὸ̣ [θεωρῶν καταγγέλλεσθαι], |
| [ὥστε τ]ο̣ὺς ἀγῶνα̣[ς τούτους συντελεῖσθαι σὺν] | |
| [ἅπα]σ̣ι τοῖς ἐκτενεσ[τάτοις τῶν Ἑλλήνων, ἐπι]- | |
| [τευ]γμάτων μεγάλω[ν χαριστήρια τῆι Ἀθηνᾶι], | |
| πεπόμφαμεν θεωρ[οὺς πρὸς ὑμᾶς — — — — — —]- | |
| 25 | ρ̣έα, τυγχάνοντα παρ’ [ἡμῖν τιμῆς τε τῆς πρώτης καὶ προ]- |
| εδρίας δι<ὰ> τὴν καλοκ[ἀγαθίαν καὶ — — c.12 — —] | |
| Μυριναῖον καὶ Μέγωνα [Ἐφέσιον, τῶν φίλων τῶν προ]- | |
| τιμωμένων παρ’ ἡμῖν, [καὶ — — — — καὶ Κάλαν Περγα]- | |
| μηνούς, καὶ ὑφ’ ἡμῶμ μὲ[ν κρινομένους ἀξίους, ὡς] | |
| 30 | δὲ πολίτας τετευχ[ότας κατὰ τὴν ἡλικίαν τῶν προση]- |
| κόντων, προκεχιρισ[μένους δὲ καὶ ὑπὸ τῆς πόλεως] | |
| διὰ τὸ καταγγέλλε[ιν μεθ’ ἡμῶν τὰ Νικηφόρια· καλῶς] | |
| οὖν ποιήσετε πρῶ̣[τον μὲν διὰ τὴν θεόν, ἔπειτα δὲ] | |
| καὶ δι’ ἡμᾶς τῶν ἀνδ[ρῶν τε φιλοφρόνως διακούσαν]- | |
| 35 | τες καὶ ἀποδεξάμεν[οι τά τε Νικηφόρια καὶ τὴν ἀσυλίαν ὥσ]- |
| περ ὑμῖν ἁρμόζει· ταῦτ[α γὰρ πράξαντες τὰ μὲν ἐκείνης τί]- | |
| μια φανεῖσθε συναύξ[οντες, ἡμᾶς δὲ ἀκολούθως τῆι] | |
| παρ’ ἡμῶν ὑπαρχούση̣[ι πρὸς τὸν δῆμον ὑμῶν εὐνοίαι] | |
| ὡς ἐνδέχεται μάλισ[τα προθύμους ἕξετε τὸ λοιπὸν κατὰ] | |
| 40 | πάντα καιρὸν πρὸς τ[ὰ συμφέροντα ὑμῖν· τὰ δὲ πλείονα] |
| περὶ τῶν κατὰ μέρος [ἀκούσετε παρ’ αὐτῶν τῶν θεω]- | |
| II.42 | ρ̣ῶ̣ν. ἔρρωσθε. vacat [ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι], |
| γνώμα προστατᾶν· [ἐπειδὴ βασιλεὺς Εὐμένης ἀπέσταλ]- | |
| [κε] θεωροὺς [— — — — — — — — — — — — — — τοὺς] | |
| 45 | ἐ̣παγ[γέλλοντας — — — — — — — — — — — — — — —] |
| [— — — — — — — — — — — — — — — — — — — —] |