[ ] Kos Isl. — Kos — 182 BC — Herzog, Hermes 65 (1930) 455-463 (lower frg.) — Welles, Royal Correspondence 202, 50 (lower frg.) — Segre, Hellenica V (1948) 102-128 (join)
See also:
1 [β]ασιλεὺς Εὐμένης Κ[ώιων τῆι βουλῆι καὶ]
τῶι δήμωι χαίρειν· τὴν Ἀ̣[θηνᾶν μὲν τιμῶμεν]
μάλιστα τῶν ἄλλων θε[ῶν διὰ τὸ πολλὰς καὶ]
μεγάλας ἡμῖν περιτεθε[ικέναι εὐημερίας ἐν]
5 παντοδαπαῖς περιστάσ[εσιν καιρῶν, Νικηφόρον]
τε προσηγορεύκαμεν, [καλλίστην νομίζον]-
τες εἶναι καὶ οἰκειοτάτη[ν τὴν προσω]-
νυμίαν ταύτην, καθάπερ [καὶ πρότερον ἐγράψαμεν]·
δὶς γὰρ ἤδη παρακληθέ[ντες ὑφ’ ἡμῶν τάς τε]
10 πανηγύρεις ἃς τότ̣[ε κατηγγείλαμεν ἀπεδέξασθε]
φιλοφρόνως, καὶ πέμψ̣[αντες θεωροὺς ἐκοινω]-
[ν]ήσατε τῶν ἱερῶν ὁ[σίως καὶ εὐσεβῶς· καὶ νῦν]
[ἐ]παύξειν δὲ βουλόμ[ενοι τὰς τιμὰς αὐτῆς]
[κ]αὶ μείζω χαριστή[ρια τῶν κατὰ πόλεμον ἀγώνων]
15 [ἀ]ποδιδόναι, διε̣γ̣ν[ωκότες δὲ συντελεῖν αὐτῆι πα]-
[ν]ήγυρίν τε διὰ πεν[ταετηρίδος καὶ μουσι]-
[κο]ὺς καὶ γυμνικοὺς [ἀγῶνας, καὶ τὸ ἱερὸν ἀνα]-
[δεδ]ε̣ι̣χότες καὶ τὸ π[ερὶ αὐτὸ τέμενος ἄσυλα],
[καθ’] ὧι θήσομεν αὐ[τῶν τὰ ὅρια, καλῶς δὲ ἔχον κε]-
20 [κρικότες ταῦτα] ὑ̣πὸ̣ [θεωρῶν καταγγέλλεσθαι],
[ὥστε τ]οὺς ἀγῶνα[ς τούτους συντελεῖσθαι σὺν]
[ἅπα]σ̣ι̣ τοῖς ἐκτενεσ[τάτοις ἡμῖν τῶν Ἑλλήνων, ἐπι]-
[τε]υγμάτων μεγάλω[ν χαριστήρια τῆι Ἀθηνᾶι],
π̣επόμφαμεν θεωρ̣[οὺς πρὸς ὑμᾶς τὸν δεῖνα — —]
25 ρ̣έα, τυγχάνοντα παρ’ [ἡμῖν τιμῆς τε τῆς πρώτης καὶ προ]-
ε̣δρίας δι<ὰ> τὴν καλοκ̣[ἀγαθίαν, καὶ τὸν δεῖνα]
Μυριναῖον καὶ Μέγων[α Ἐφέσιον, τῶν φίλων τῶν προ(?)]-
τιμωμένων παρ’ ἡμῖν [καὶ τὸν δεῖνα καὶ Κάλαν Περγα]-
μηνούς, καὶ ὑφ’ ἡμῶν μὲ[ν κρινομένους ἀξίους, ὡς]
30 δὲ πολίτας τετευχ[ότας κατὰ τὴν ἡλικίαν τῶν προση]-
κόντων, προκεχιρισ[μένους {²⁶προκεχειρισμένους}²⁶ δὲ καὶ ὑπὸ τῆς πόλεως]
διὰ τὸ καταγγέλλε[ιν μεθ’ ἡμῶν τὰ Νικηφόρια· καλῶς]
οὖν ποιήσετε πρῶ̣[τον μὲν διὰ τὴν θεόν, ἔπειτα δὲ]
καὶ δι’ ἡμᾶς τῶν ἀνδ[ρῶν τε φιλοφρόνως διακούσαν]-
35 τες καὶ ἀποδεξάμεν[οι τά τε Νικηφόρια καὶ τὴν ἀσυλίαν ὥσ]-
περ ὑμῖν ἁρμόζει· ταῦτ̣[α γὰρ πράξαντες τὰ μὲν ἐκείνης τί]-
μια φανεῖσθε συναύξ̣[οντες, ἡμᾶς δὲ ἀκολούθως τῆι]
παρ’ ἡμῶν ὑπαρχούση̣[ι πρὸς τὸν δῆμον ὑμῶν εὐνοίαι]
ὡς ἐνδέχεται μάλισ[τα προθύμους ἕξετε τὸ λοιπὸν κατὰ]
40 πάντα καιρὸν πρὸς τ[ὰ συμφέροντα ὑμῖν· τὰ δὲ πλείονα]
περὶ τῶν κατὰ μέρος [ἀκούσετε παρ’ αὐτῶν τῶν θεω]-
ρῶν. ἔρρωσθε. vac. [ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι]·
γνώμα προστατᾶν· [ἐπειδὴ βασιλεὺς Εὐμένης ἀποστέλλων]
θ̣ε̣ω̣ροὺς [παρ’ αὑτοῦ τε καὶ παρὰ τᾶς πόλιος τᾶς Περγαμηνῶν]
45 ἐ̣παγ[γέλλει — — — — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help