Letter of the Gortynians honoring the physician Hermias of Kos.  Stele of white marble, in two joining fragments.
[ ] Kos Isl. — Kos — Asklepieion — sh. aft. 218 BC — Clara Rhodos 10 (1941) 34, 3 — IC IV 168* — É. Samama, Les médecins (2003) 231, 126
See also:
                               vacat 0,055
Γορτυνίων οἱ κόσμοι καὶ ἁ πόλις Κώιων τᾶι βωλᾶι κα[ὶ τ]-
ῶι δάμωι χαίρειν· ἐπειδὴ Ἑρμίας Ἐμμενίδα χει̣[ρο]-
τονηθὲνς ὑφ’ ὑμίων καὶ ἀποστευθὲνς παρ’ ἁμὲ ἰα-
τρὸς ἀξίως πεπόηται τὰν παρ’ ἁμῖν ἐπιδαμίαν
5 ὑμίων τε τῶν ἀποστειλάντων καὶ αὐτοσαυτῶ, ἔ-
τι δὲ καὶ ἁμίων τῶν δόντων ὑμῖν τὰν ἐπιτροπὰν
τᾶς αἱρέσιος τῶ ἰατρῶ, ἀνέγκλητος ἰὼν ἐμ πᾶσι τ-
ὰν ἐπιδαμίαν πεποίηται ἔτια πέντε ἐπιμελόμ-
ενός τε τῶν πολιτᾶν καὶ τῶν ἄλλων τῶν κατοικιό-
10 ντων Γόρτυνι φιλοτιμίως τε καὶ ἐντενίως κατὰ τὰ-
ν τέχναν καὶ τὰν ἄλλαν ἐπιμέλειαν πολλ{λ}ὸνς {²⁶πολλὸνς}²⁶ ἔ-
σωσε ἐς μεγάλων κινδύνων οὐδὲν ἐλλ{λ}είπω-
ν {²⁶ἐλλείπων}²⁶ προθυμίας, συμμάχων τε ἁμῖν πολλῶν παραγε-
γονότων καθ’ ὃν καιρὸν ἐπολεμίομεν, καὶ τούτων
15 τὰν αὐτὰν ἐπιμέλειαν ἐποιήσατο καὶ ἔσωσε ἐς
μεγάλων κινδύνων βωλόμενος εὐχαριστῆν τᾶ-
ι ἁμᾶι πόλει, ἐπεὶ δὲ ἐπευθὼν ἐπὶ τὰν ἐσκλησίαν
ἀξίωσε ἁμὲ ἀφέμεν αὐτὸν ἐς τὰν ἰδίαν, ἐπεχω-
[ρ]ήσαμεν συναπεστήλαμέν τε τῶν πολιτᾶν
20 [α]ὐτῷ Σόαρχον καὶ Κύδαντα, βωλόμενοι αὐτῷ εὐ-
[χαρ]ι̣στῆν, ἔδοξέ τε ἁμῖν· ἐπαινέσαι Ἑρμίαν ἀρε-
[τᾶς ἕ]νεκα καὶ εὐνοίας τᾶς ἐς τὰν πόλιν, ἐπαινέ-
[σαι δὲ κα]ὶ̣ Κώ̣ιονς ὅτι καὶ ἰατρὸν ἀγαθὸν καὶ {ι} ἄνδρα ἀξ[ι]-
[όλογον ἁμῖν ἀπ]έ̣στηλαν· ἇι δὲ καὶ πάντες γινώσ̣[κ]-
25 [ωντι ὅτι ἐπιστάμ]ε̣[θ]α χάριτας ἀποδιδόμεν, ἔδοξ[ε]
[ἁμῖν καὶ πολιτείαν δ]όμεν αὐτῶι καὶ ἐκγόνοις [αὐ]-
[τῶ — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us