Letter of the Gortynians honoring the physician Hermias of Kos. Stele of white marble, in two joining fragments.
[ ]
Kos Isl. — Kos — Asklepieion — sh. aft. 218 BC — Clara Rhodos 10 (1941) 34, 3 — IC IV 168* — É. Samama, Les médecins (2003) 231, 126
See also:
| vacat 0,055 | |
| Γορτυνίων οἱ κόσμοι καὶ ἁ πόλις Κώιων τᾶι βωλᾶι κα[ὶ τ]- | |
| ῶι δάμωι χαίρειν· ἐπειδὴ Ἑρμίας Ἐμμενίδα χει̣[ρο]- | |
| τονηθὲνς ὑφ’ ὑμίων καὶ ἀποστευθὲνς παρ’ ἁμὲ ἰα- | |
| τρὸς ἀξίως πεπόηται τὰν παρ’ ἁμῖν ἐπιδαμίαν | |
| 5 | ὑμίων τε τῶν ἀποστειλάντων καὶ αὐτοσαυτῶ, ἔ- |
| τι δὲ καὶ ἁμίων τῶν δόντων ὑμῖν τὰν ἐπιτροπὰν | |
| τᾶς αἱρέσιος τῶ ἰατρῶ, ἀνέγκλητος ἰὼν ἐμ πᾶσι τ- | |
| ὰν ἐπιδαμίαν πεποίηται ἔτια πέντε ἐπιμελόμ- | |
| ενός τε τῶν πολιτᾶν καὶ τῶν ἄλλων τῶν κατοικιό- | |
| 10 | ντων Γόρτυνι φιλοτιμίως τε καὶ ἐντενίως κατὰ τὰ- |
| ν τέχναν καὶ τὰν ἄλλαν ἐπιμέλειαν πολλ{λ}ὸνς {²⁶πολλὸνς}²⁶ ἔ- | |
| σωσε ἐς μεγάλων κινδύνων οὐδὲν ἐλλ{λ}είπω- | |
| ν {²⁶ἐλλείπων}²⁶ προθυμίας, συμμάχων τε ἁμῖν πολλῶν παραγε- | |
| γονότων καθ’ ὃν καιρὸν ἐπολεμίομεν, καὶ τούτων | |
| 15 | τὰν αὐτὰν ἐπιμέλειαν ἐποιήσατο καὶ ἔσωσε ἐς |
| μεγάλων κινδύνων βωλόμενος εὐχαριστῆν τᾶ- | |
| ι ἁμᾶι πόλει, ἐπεὶ δὲ ἐπευθὼν ἐπὶ τὰν ἐσκλησίαν | |
| ἀξίωσε ἁμὲ ἀφέμεν αὐτὸν ἐς τὰν ἰδίαν, ἐπεχω- | |
| [ρ]ήσαμεν συναπεστήλαμέν τε τῶν πολιτᾶν | |
| 20 | [α]ὐτῷ Σόαρχον καὶ Κύδαντα, βωλόμενοι αὐτῷ εὐ- |
| [χαρ]ι̣στῆν, ἔδοξέ τε ἁμῖν· ἐπαινέσαι Ἑρμίαν ἀρε- | |
| [τᾶς ἕ]νεκα καὶ εὐνοίας τᾶς ἐς τὰν πόλιν, ἐπαινέ- | |
| [σαι δὲ κα]ὶ̣ Κώ̣ιονς ὅτι καὶ ἰατρὸν ἀγαθὸν καὶ {ι} ἄνδρα ἀξ[ι]- | |
| [όλογον ἁμῖν ἀπ]έ̣στηλαν· ἇι δὲ καὶ πάντες γινώσ̣[κ]- | |
| 25 | [ωντι ὅτι ἐπιστάμ]ε̣[θ]α χάριτας ἀποδιδόμεν, ἔδοξ[ε] |
| [ἁμῖν καὶ πολιτείαν δ]όμεν αὐτῶι καὶ ἐκγόνοις [αὐ]- | |
| [τῶ — — — — — — — — — — — — — — — — — —] |