[ ] Crete, Ctr. — Gortyna [Aeg.Isl., Kos] — 218 BC?
See also:
1 Γορτυνίων οἱ κόσμοι καὶ ἁ πόλις Κώιων τᾶι βωλᾶι κα[ὶ τ]-
ῶι δάμωι χαίρειν· ἐπειδὴ Ἑρμίας Ἐμμενίδα, χε̣[ιρο]-
τονηθὲνς ὑφ’ ὑμίων καὶ ἀποστευθὲνς παρ’ ἁμὲ ἰα-
τρός, ἀξίως πεπόηται τὰν παρ’ ἁμῖν ἐπιδαμίαν
5 ὑμίων τε τῶν ἀποστειλάντων καὶ αὐτοσαυτῶ, ἔ-
τι δὲ καὶ ἁμίων τῶν δόντων ὑμῖν τὰν ἐπιτροπὰν
τᾶς αἱρέσιος τῶ ἰατρῶ, ἀνέγκλητος ἰὼν ἐμ πᾶσι τ-
ὰν ἐπιδαμίαν πεποίηται ἔτια πέντε ἐπιμελόμ-
ενός τε τῶν πολιτᾶν καὶ τῶν ἄλλων τῶν κατοικιό-
10 ντων Γόρτυνι φιλοτιμίως τε καὶ ἐντενίως κατὰ τὰ-
ν τέχναν καὶ τὰν ἄλλαν ἐπιμέλειαν πολλὸνς ἔ-
σωσε ἐς μεγάλων κινδύνων οὐδὲν ἐλλείπω-
ν προθυμίας, συμμάχων τε ἁμῖν πολλῶν παραγε-
γονότων καθ’ ὃν καιρὸν ἐπολεμίομεν καὶ τούτων
15 τὰν αὐτὰν ἐπιμέλειαν ἐποιήσατο καὶ ἔσωσε ἐς
μεγάλων κινδύνων βωλόμενος εὐχαριστῆν τᾶ-
ι ἁμᾶι πόλει, ἐπεὶ δὲ ἐπευθὼν ἐπὶ τὰν ἐσκλησίαν
ἀξίωσε ἁμὲ ἀφέμεν αὐτὸν ἐς τὰν ἰδίαν, ἐπεχω-
[ρ]ήσαμεν συναπεστήλαμέν τε τῶν πολιτᾶν
20 [α]ὐτῷ Σόαρχον καὶ Κύδαντα, βωλόμενοι αὐτῷ εὐ-
[χαρι]στῆν, ἔδοξέ τε ἁμῖν ἐπαινέσαι Ἑρμίαν ἀρε-
[τᾶς ἕ]ν̣εκα καὶ εὐνοίας τᾶς ἐς τὰν πόλιν, ἐπαινέ-
[σαι δὲ καὶ] Κ̣[ώ]ι̣ονς ὅτι καὶ ἰατρὸν ἀγαθὸν καὶ {ι} ἄνδρα ἀξ[ι]-
[όλογον ἁμῖν ἀπέ]στηλαν· ἇι δὲ καὶ πάντες γινώσκ̣-
25 [ωντι ὅτι ἐπιστάμ]ε̣[θ]α χάριτας ἀποδιδόμεν, ἔδοξ[ε]
[ἁμῖν καὶ πολιτείαν δ]ό̣μεν α[ὐ]τῶι καὶ ἐκγόνοις
[— — — — — — — — — — — — — — — — — — —]
Search Help