Letter of the Knosians honoring the physician Hermias of Kos.  Stele of white marble, in two joining parts.
[ ] Kos Isl. — Kos — Asklepieion — sh. aft. 218 BC — Syll.³ 528 — IC I viii 7* — É. Samama, Les médecins (2003) 233, 127
See also:
                               vacat 0,07
Κνωσίων οἱ κόσμοι καὶ ἁ πό<λ>ις Κώιων τᾶι βωλᾶι καὶ τῶι δ-
άμωι χαίρειν· ἐπειδὴ πρεσβευσάντων Γορτυνίων πρ-
ὸς ὑμὲ ὑπὲρ ἰατροῦ καὶ ὑμῶν φιλοτίμως σπευσάντων
καὶ ἀποστειλάντων αὐτοῖς Ἑρμίαν ἰατρόν, στάσιος δ-
5 ὲ γενομένας ἐγ Γόρτυνι καὶ ἐλθόντων ἁμίων κατ[ὰ]
τὰν συμμαχίαν ἐς τὰμ μάχαν τ[ὰ]ν̣ π̣ρ̣[ὸς τοὺς νέους γεν]-
[ομένα]ν ἐν τᾶι πό[λει συνέ]βα τινὰς τῶμ πολι[τᾶν καὶ τ]-
ῶν <ἄλ>λων τῶν συνε<λ>θόντων παρ’ ἁμίων ἐπὶ [τὰμ μά]-
χαν τραυματίας τε γενέσθαι καὶ πλείους ἐκ τ[ῶν]
10 τραυμάτων ἀρωστίαις οὐ ταῖς τυχούσαις 〚․․․〛 π[εριπε]-
σεῖν, Ἑρμίας ὑπάρχων ἀγαθὸς ἀνὴρ τότε τε πᾶσ[αν σ]-
πουδὰν ἐποήσατο ὑπὲρ ἁμίων καὶ διέσωσε αὐτο[ὺς ἐγ]
μεγάλων κινδύνων, ἔν τε τοῖς λοιποῖς ἀπροφα[σίστ]-
ως διετέλει συναντῶν τοῖς παρακαλοῦσι[ν αὐτό]-
15 ν, πάλιν τε γενομένας μάχας περὶ Φαιστὸν π[ολλ]-
ῶν τραυματιᾶν γενομένων κα<ὶ> ὡσαύτως πολλ[ῶν κι]-
νδυνευσάντων ἐν ταῖς ἀρωστίαις πᾶσαν [σπου]-
δὰν ἐν ταῖς θεραπείαις ποιούμενος διέ[σωσε αὐτοὺς]
ἐγ μεγάλων κινδύνων, ἔν τε τ̣[οῖς λοιποῖς παρέχων]
20 [αὑτὸν πρόθ]υμον π[ρὸς τοὺς παρακαλοῦντας αὐτὸν]
[— — — — — — — — — — — — — — — — — — — —]
Search Help