Letter of the Knosians honoring the physician Hermias of Kos. Stele of white marble, in two joining parts.
[ ]
Kos Isl. — Kos — Asklepieion — sh. aft. 218 BC — Syll.³ 528 — IC I viii 7* — É. Samama, Les médecins (2003) 233, 127
See also:
vacat 0,07 | |
Κνωσίων οἱ κόσμοι καὶ ἁ πό<λ>ις Κώιων τᾶι βωλᾶι καὶ τῶι δ- | |
άμωι χαίρειν· ἐπειδὴ πρεσβευσάντων Γορτυνίων πρ- | |
ὸς ὑμὲ ὑπὲρ ἰατροῦ καὶ ὑμῶν φιλοτίμως σπευσάντων | |
καὶ ἀποστειλάντων αὐτοῖς Ἑρμίαν ἰατρόν, στάσιος δ- | |
5 | ὲ γενομένας ἐγ Γόρτυνι καὶ ἐλθόντων ἁμίων κατ[ὰ] |
τὰν συμμαχίαν ἐς τὰμ μάχαν τ[ὰ]ν̣ π̣ρ̣[ὸς τοὺς νέους γεν]- | |
[ομένα]ν ἐν τᾶι πό[λει συνέ]βα τινὰς τῶμ πολι[τᾶν καὶ τ]- | |
ῶν <ἄλ>λων τῶν συνε<λ>θόντων παρ’ ἁμίων ἐπὶ [τὰμ μά]- | |
χαν τραυματίας τε γενέσθαι καὶ πλείους ἐκ τ[ῶν] | |
10 | τραυμάτων ἀρωστίαις οὐ ταῖς τυχούσαις 〚․․․〛 π[εριπε]- |
σεῖν, Ἑρμίας ὑπάρχων ἀγαθὸς ἀνὴρ τότε τε πᾶσ[αν σ]- | |
πουδὰν ἐποήσατο ὑπὲρ ἁμίων καὶ διέσωσε αὐτο[ὺς ἐγ] | |
μεγάλων κινδύνων, ἔν τε τοῖς λοιποῖς ἀπροφα[σίστ]- | |
ως διετέλει συναντῶν τοῖς παρακαλοῦσι[ν αὐτό]- | |
15 | ν, πάλιν τε γενομένας μάχας περὶ Φαιστὸν π[ολλ]- |
ῶν τραυματιᾶν γενομένων κα<ὶ> ὡσαύτως πολλ[ῶν κι]- | |
νδυνευσάντων ἐν ταῖς ἀρωστίαις πᾶσαν [σπου]- | |
δὰν ἐν ταῖς θεραπείαις ποιούμενος διέ[σωσε αὐτοὺς] | |
ἐγ μεγάλων κινδύνων, ἔν τε τ̣[οῖς λοιποῖς παρέχων] | |
20 | [αὑτὸν πρόθ]υμον π[ρὸς τοὺς παρακαλοῦντας αὐτὸν] |
[— — — — — — — — — — — — — — — — — — — —] |