1 | Κνωσίων οἱ κόσμοι καὶ ἁ πόλις Κώιων τᾶι βωλᾶι καὶ τῶι δ- |
άμωι χαίρειν. ἐπειδὴ πρεσβευσάντων Γορτυνίων πρ- | |
ὸς ὑμὲ ὑπὲρ ἰατροῦ καὶ ὑμῶν φιλοτίμως σπευσάντων | |
καὶ ἀποστειλάντων αὐτοῖς Ἑρμίαν ἰατρόν, στάσιος δ- | |
5 | ὲ γενομένας ἐγ Γόρτυνι καὶ ἐλθόντων ἁμίων κατ[ὰ] |
τὰν συμμαχίαν ἐς τὰμ μάχαν τ[ὰγ Γορτυνίοις γεν]- | |
[ομένα]ν ἐν τᾶι πό[λει, συνέ]βα τινὰς τῶμ πολι[τᾶν καὶ τ]- | |
ῶν ἄ̣λ̣λων τῶν συνελ̣θόντων παρ’ ἁμίων ἐπὶ [τὰμ μά]- | |
χαν τραυματίας τε γενέσθαι καὶ πλείους ἐκ τ[ῶν] | |
10 | τραυμάτων ἀρωστίαις οὐ ταῖς τυχούσαις π[εριπε]- |
σεῖν, Ἑρμίας ὑπάρχων ἀγαθὸς ἀνὴρ τότε τε πᾶσ[αν σ]- | |
πουδὰν ἐποήσατο ὑπὲρ ἁμίων καὶ διέσωσε αὐτο[ὺς ἐγ] | |
μεγάλων κινδύνων ἔν τε τοῖς λοιποῖς ἀπροφα[σίστ]- | |
ως διετέλει συναντῶν τοῖς παρακαλοῦσι [αὐτό]- | |
15 | ν, πάλιν τε γενομένας μάχας περὶ Φαιστὸν π[ολλ]- |
ῶν τραυματιᾶν γενομένων καὶ̣ ὡσαύτως πολλ[ῶν κι]- | |
νδυνευσάντων ἐν ταῖς ἀρωστίαις πᾶσαν [σπου]- | |
δὰν ἐν ταῖς θεραπείαις ποιούμενος διέ[σωσε αὐτοὺς] | |
ἐγ μεγάλων κινδύνων ἔν τε [τοῖς λοιποῖς παρέχων] | |
20 | [αὑτὸν πρόθ]υμον τ[οῖς παρακαλοῦσι αὐτὸν — — — —] |
[— — — — — — — — — — — — — — — — — — — — —] |
IC I
viii 7*