Dossier of documents relating to Koan assistance in the reconciliation of Telos. Two non-joining fragments of an opisthographic stele of white marble.
[ ]
Kos Isl. — Kos — Asklepieion — ca. 300 BC — RFIC 70 (1942) 15 (ll. 125-136) — SEG 63.663
face A, front.frg. a | vacat, 0,03 |
[ἔδοξε τῶι δάμωι, γνώ]μα πρυτανίων· ἐπειδὴ vac. | |
[ὁ δᾶμος δηλόμενος δι]αλυθῆμεν ποτὶ τοὺς δια- | |
[φερομένους ἐψαφίξ]α̣το ἐπιτράψαι Κώιοις ὑπὲρ | |
[ὧν διεφέροντο ποτ’ ἀλλ]άλους πάντων, ὅπως ὁμο- | |
5 | [νοιεῦντες ἐν δαμοκρα]τίαι πολιτεύωνται, ὁ δὲ δᾶ- |
[μος ὁ Κώιων μεμναμένο]ς τᾶς εὐνοίας ἐψαφίξατο | |
[ἐξαποστεῖλαι ποτὶ τὰ]ς διαλύσεις ἄνδρας κα%⁸¹- | |
[λοὺς καὶ ἀγαθοὺς — 3-4 —]γόραν Μίκωνος, Ἀριστω- | |
[— — — — c.15 — — — —, Χά]ρμιππον Χαρμύλου, | |
10 | [— — — — — c.20 — — — — —]ν̣α Ξενοδίκου, τοὶ δὲ̣ |
[ἐξαπεσταλμένοι διαλλακτα]ὶ διέλυσαν καλῶς | |
[καὶ δικαίως τὸν δᾶμον vacat ], δεδόχθαι τᾶι ἐκ- | |
[κλησίαι· ἐπαινέσαι μὲν τὸν δᾶμο]ν̣ τὸν Κώιων | |
[καὶ στεφανῶσαι στεφάνωι χρυσέωι ἀπὸ] δραχμᾶ[ν] | |
15 | [χιλιᾶν, ἐπαινέσαι δὲ καὶ τοὺς ἄνδρας ἐπὶ] τῶι δ[ι]- |
[καίως διαλῦσαι τὸν δᾶμον τὸν Τηλίων — — — — —] | |
17-36 | lacuna vv. fere 20 |
frg. b.37 | [— — — — — — — τῶν διαφ]ερομένων π̣[οτὶ τὸν δᾶμον τὸν] |
[Τηλίω]ν, ὅπως ὁμονοιεῦντες ἐν δαμοκρατίαι π̣[ολιτεύ]- | |
[ωνται] ἐλεύθεροι καὶ αὐτόνομοι ὄντες, τυχἀγαθᾶι, κ̣[ατὰ τά]- | |
40 | [δε διέλ]υσαν τὸν δᾶμον καὶ τοὺς διαφερομένους Τηλί̣[ων] |
[ποτὶ] τ̣ὸν δᾶμον· ὑπὲρ μὲν τᾶν δικᾶν τᾶν ἱερᾶν καὶ τᾶν | |
[δαμο]σιᾶν, ἃς ὀφλόντες ἐν τοῖς δικαστηρίοις ἀντέλεγον | |
[μὴ δικ]αίως ὀφλῆκεν, ἀπομισθῶσαι τὸς ταμίας αὐτοῖς τῶγ | |
[χρη]μάτων ὧν ὦφλον τοῖς μὲν τὰς ἱερὰς δίκας ὀφλοῦ- | |
45 | [σι]ν̣ τὰς ποτὶ τὸ Ἀθάναιον καὶ Κλεισιμβροτίδαι τὰν περὶ τὸ |
[Δ]αμάτριον, καὶ Φιλτυλίωι παρασχεῖν ἐς τὰν ἑκατόμβαν τὰν | |
θ̣υομέναν ἐπὶ μονάρχου Θεαγόρα ταῦρον κριὸν οἶν θήλειαν· | |
τῶν δὲ τὰς δαμοσίας δίκας ὀφλόντων Ἀρισταγόραν μὲν | |
[Ἀ]ριστοφίλου ἀποτετείκεν τὸ ἀργύριον ὃ ἐνδειχθεὶς κατέ- | |
50 | [β]α̣λε, ο<ὗ> ἔγδεια ἐγένετο πωληθέντων τῶν κτημάτων ποτὶ |
[τ]ὰ̣ν καταδίκαν, Ἀριστόθεμιν δὲ Ἀριστοφίλου ἀποτεῖσαι δρα- | |
[χ]μὰς πεντακισχιλίας, Νικαγόραν δὲ Νικάνακτος ἀποτεῖσα̣[ι] | |
[τᾶ]ι πόλει δραχμ〚μ〛ὰς {²⁶δραχμάς}²⁶ χιλίας πεντακοσίας· ἀποδόντω δὲ ἐμ μη- | |
[ν]ὶ Καρνείωι ἐπὶ Θεαγόρα· ποτὶ δὲ τὰ λοιπὰ χρήματα τὰ ἐκ τᾶν κα- | |
55 | τ̣αδικᾶν ἀπομισθωσάντω τοὶ ταμίαι Ἀριστοθέμι καὶ Νικαγόρα[ι] |
[κ]α̣ὶ Ἀρισταγόραι τὸν βωμὸν τοῦ Ἀσκλαπιοῦ ἐ̣π̣ι̣σ̣κευάξαι καὶ ἐξαλε[ῖ]- | |
[ψαι· συ]ν̣τελεσάντων δὲ τῶν μὲν τὰς ἱερὰς δίκας ὀφλόντων τὰν | |
[ἑκατόμβ]α̣ν, Ἀριστοθέμιος δὲ καὶ Νικαγόρα καὶ Ἀρισταγόρα {ι} τὸμ βω- | |
[μὸν κατὰ τ]ὰ γεγραμμένα, ἀπολελύσθαι αὐτὸς τᾶν δικᾶν καὶ | |
60 | [τὰς γραφὰς] ἀ̣ναιρῆσθαι, καὶ μὴ ἦ̣μεν ἔγκλημα περὶ τᾶν δικᾶν |
[τᾶν τε ἱερᾶν καὶ] τᾶ̣ν δαμοσιᾶν τᾶν δικασθεισᾶν μήτε τοῖς | |
[ὀφλοῦσιν ἐπιφέρειν] μηθένα μηθὲν μήτ’ ἄλλωι μηδενὶ ποτ[ι]- | |
[— — — παρευρέσει μη]δ̣εμιᾶι· τὰν δὲ δίκαν τᾶς ὁδοῦ ἃν ἐξι̣[δια]- | |
[ξαμένους — — — — Ἀριστο]μένη καὶ Ἀρισταγόραν Ἀναξισ[τρά]- | |
65 | [του ἐζαμίωσαν τοὶ — — — — — — — —] ἄρχοντος δ̣ι̣αφεροντ[․․] |
[— — — — — — — — — — — — — — — — — — — — — — — —] | |
face B, back.frg. a | vacat 0,025 |
66 | [․․]ν̣ δικαν ἐς ὅρκον συνκεχωρημέν[ων καὶ τῶν διαφερο]- |
μένων ὑπὲρ τὰς δαμοσίας δίκα[ς φαμένων ἀδίκως ἐζαμιῶσ]- | |
θαι καὶ τῶν δικαστᾶν τὰν ψᾶφον [ἐνεικάντων περὶ ἑκάστας] | |
δίκας ἔγνωμες τὸ ἀργύριον, ὃ ἔχει [— — — — — — — — — —] | |
70 | ΤΑΣ, ἀποδόμεν Ἀριστομένει ἄτοκ[ον τὸς ἱεραπόλος· περὶ δὲ] |
τ̣ᾶν ζαμιωσιᾶν, ἃς ζαμιωθ̣έ̣ν[τες — — — — — — — — — ἐν κοι]- | |
νῶι ἀναγεγραμμένοι ἐντὶ καὶ ὁμ̣[ολογούμενοι ὀφλεῖν, ἀπομισ]- | |
θ̣ωσάντω τοὶ ταμίαι καὶ τοὶ ἱ̣ερ̣α̣π[όλοι ἐκ Ἀριστοθέμιος καὶ Νι]- | |
[κ]αγόρα καὶ Ἀρισταγόρα συντελέ̣σ̣α̣[ι τὸν βωμόν· συντελεσθέν]- | |
75 | των δὲ καὶ τούτων κατὰ τὰ γεγρα[μμένα ἀπολελύσθαι αὐ]- |
τὸς τᾶν ζαμιωσιᾶν καὶ τᾶς ἀνα[γραφᾶς τᾶς ἐν κοινῶι καὶ] | |
τῶν ἄλλων πάντων, ὧν ἐνεκάλε[σεν αὐτοῖς ἁ πόλις καὶ] | |
τ̣ὰς̣ π̣ράξε̣[ι]ς τὰς πεπραγμένας [κατ’ αὐτῶν ἀναιρῆσθαι]· | |
τὰν δὲ πόλιν πριαμέναν τὰς γᾶ[ς τὰς δαμευθείσας, ἃς ἀπέ]- | |
80 | δοντο τοὶ πράκτορες τοῖς ἰδιώτα[ις — — — — — — — —, ἀπο]- |
δόμεν τοῖς τε τὰς ἱερὰς δίκας ὀφ[λοῦσι — — — — — — — αὐ]- | |
τοῖς ἢ τοῖς κλαρονόμοις ἐν τῶι μη[νὶ — — — — — — ἐπὶ Θεαγό]- | |
ρα καὶ τοῖς τὰς δαμοσία{ι}ς {²⁶δαμοσίας}²⁶, οἷς γέγ[ραπται ἐν τᾶι διαλύσει], | |
ἀπομισθῶσαι τὸς ταμίας τὸν β[ωμὸν τοῦ Ἀσκλαπιοῦ ἐπισκευά]- | |
85 | [ξα]ι· κατὰ ταὐτὰ δὲ ἀποδ̣[όμεν τοῖς ἰδιώταις, οἳ τὰς γᾶς τὰς] |
[δαμευθ]είσας ἐκαρπε̣[ύοντο, τὰν τιμάν, ἃν ὑπὲρ τᾶν γᾶν κατέ]- | |
[βαλον — — — — — — — — — — — — — — — — — — — — — —] | |
88-107 | lacuna vv. fere 20 |
frg. b.108 | [— — — — — — — — — — — — — — — — —] τ̣ο̣ὶ βασιλεῖς̣ ὑ̣π̣[ό]μ̣ν̣α̣[μα] |
[— — — — — — — — — — — — —]ο̣ν τὸ χρέος διαλῦσαι, παρὰ μὲν τᾶ[ς] | |
110 | [πόλιος κομιζέ]σθω ὁ πριάμενος, ὅσον τᾶι πόλι κατέβαλε· τὸ δὲ χρέος ὁ̣ |
[δᾶμος δι]αλυέτω τὸ ἀρχαῖον παρὰ τοῦ ἐξ ἀρχᾶς ὀφείλοντος κα[ὶ] | |
[τὸ κ]τ̣ῆ̣μα κομιζομένου· ὅσσα δὲ γέγραπται ἀποδόμεν τὰν πόλ[ιν] | |
[κ]τήματα ἀποδόντω τοὶ ταμίαι καὶ τοὶ ἱεραπόλοι τοὶ ἐν ἑκάστοις | |
τ̣οῖς χρόνοις γινόμενοι· αἰ δέ κα μὴ ἀποδῶντι, ὀφειλόντω ἕκαστο[ς] | |
115 | [τ]ῶν ταμιᾶν καὶ τῶν ἱεραπόλων πεντακισχιλίας δραχμὰς ἱερὰ[ς] |
[τ]οῦ Διὸς τοῦ Πολιέως καὶ τᾶς Ἀθάνας τᾶς Πολιάδος καὶ τῶι ἰδιώτα[ι] | |
δ̣ιπλοῦν ὅ κα μὴ ἀποδῶι· ἁ δὲ πρᾶξις ἔστω <τῶ>ι ἰδιώται καθάπερ ἐκ δί- | |
[κ]ας· τοὶ δὲ τὰς γραφὰς ἀνελόντες καὶ τοὶ πρυτάνιες τοὶ προθέν- | |
τ̣ες τὰς διαλύσεις καὶ τοὶ πράκτορες καὶ τοὶ ταμίαι καὶ τοὶ ἱεραπόλοι | |
120 | [κ]αὶ τοὶ ἄλλοι τοὶ διοικεῦντές τι τῶν γεγραμμένων μὴ εὔντω ὑπό- |
δικοι· αἰ δέ τίς κα ποῆι παρὰ τὰ γεγραμμένα ἢ εὔθυναν γράφηται ἢ τᾶ[ι] | |
[δ]ιαλύσει μὴ ἐμμένηι ἢ ἄλλο τι ἔγκλημα ἐπιφέρηι τοῖς ἄρχουσιν ἢ | |
τοῖς ἰδιώταις ὅσσα ἐς τὰν διάλυσιν καθῖκε, ἀποτεισάτω μυρίας δρα- | |
[χ]μὰς ἱερὰς τοῦ Διὸς τοῦ Πολιέως καὶ τᾶς Ἀθάνας τᾶς Πολιάδος καὶ τὸ | |
125 | [ἔ]γκλημα τὸ ἐπενιχθὲν ἄκυρον ἔστω· ὅπως δὲ Τήλιοι καὶ εἰς τὸν ἐπίλοι- |
[π]ον χρόνον ὁμονοεῦντες διατελῶντι, ὀμοσάντω τοὶ γεγενημέ- | |
[ν]οι ἀπό τε ὀκτωκαίδεκα ἐτέων πάντες θεὸς τὸς ὁρκίος [κ]ατὰ ἱερῶν νε[ο]- | |
[κ]αύτων τὸν ὅρκον τόνδε· «ἐμμενέω ἐν τῶι πολιτεύματι τῶι καθεστακό- | |
τι καὶ διαφυλαξέω τὰν δαμοκρατίαν καὶ οὐ μνασικακησέω περὶ τῶν | |
130 | [ἐν τᾶι κ]ρίσ[ει] γενομένων οὐδὲ πραξέω παρὰ τὰν διάλυσιν τάνδε οὐδὲν |
[οὐδὲ] ὅπλα ἐναντία θησεῦμαι τῶι δάμωι οὐδὲ τὰν ἄκραν καταλαμψεῦντι | |
συμβουλευσέω οὐδὲ ἄλλωι ἐπιβουλεύοντι οὐδὲ καταλύοντι τὸν δᾶ- | |
μον εἰδὼς ἐπιτραψέω· αἰ δέ κα αἴσθωμαί τινα νεωτερίζοντα ἢ συλ- | |
λόγους συνάγοντα ἐπὶ καταλύσει τοῦ δάμου, δηλωσέω τοῖς ἄρχου- | |
135 | σιν· εὐορκεῦντι μέμ μοι ἦμεν πολλὰ ἀγαθά, ἐφιορκεῦντι δὲ τὰ ἐναν- |
τία». ὀμοσάντω δὲ καὶ τοὶ ἀπόδαμοι ἀφ’ οὗ κά παραγέν[ω]νται ἐν ἁμέραις | |
[ἑ]ξήκοντα. αἰ δέ τίς κα μὴ ὀμόσηι, χιλίας δραχμὰς ἀποτεισάτω ἱερὰς | |
[τ]οῦ Διὸς τοῦ Πολιέως καὶ τᾶς Ἀθάνας τᾶς Πολιάδος. ἔδοξε τῶι | |
[δ]άμωι, γνώμα πρυτανίων· ἀγαθᾶι τύχαι, χρῆσθαι τᾶι διαλύσει καθὰ | |
140 | [τ]οὶ διαλλακταὶ τοὶ Κῶιοι διέγραψαν· δόμεν δὲ καὶ ξένια τοῖς διαλλα- |
[κτ]α̣[ῖς], δόντω δὲ ταμίαι. |