Dossier of documents relating to Koan assistance in the reconciliation of Telos.  Two non-joining fragments of an opisthographic stele of white marble.
[ ] Kos Isl. — Kos — Asklepieion — ca. 300 BC — RFIC 70 (1942) 15 (ll. 125-136) — SEG 63.663
face A, front.frg. a                                               vacat, 0,03
[ἔδοξε τῶι δάμωι, γνώ]μα πρυτανίων· ἐπειδὴ vac.
[ὁ δᾶμος δηλόμενος δι]αλυθῆμεν ποτὶ τοὺς δια-
[φερομένους ἐψαφίξ]α̣το ἐπιτράψαι Κώιοις ὑπὲρ
[ὧν διεφέροντο ποτ’ ἀλλ]άλους πάντων, ὅπως ὁμο-
5 [νοιεῦντες ἐν δαμοκρα]τίαι πολιτεύωνται, ὁ δὲ δᾶ-
[μος ὁ Κώιων μεμναμένο]ς τᾶς εὐνοίας ἐψαφίξατο
[ἐξαποστεῖλαι ποτὶ τὰ]ς διαλύσεις ἄνδρας κα%⁸¹-
[λοὺς καὶ ἀγαθοὺς — 3-4 —]γόραν Μίκωνος, Ἀριστω-
[— — — — c.15 — — — —, Χά]ρμιππον Χαρμύλου,
10 [— — — — — c.20 — — — — —]ν̣α Ξενοδίκου, τοὶ δὲ̣
[ἐξαπεσταλμένοι διαλλακτα]ὶ διέλυσαν καλῶς
[καὶ δικαίως τὸν δᾶμον  vacat  ], δεδόχθαι τᾶι ἐκ-
[κλησίαι· ἐπαινέσαι μὲν τὸν δᾶμο]ν̣ τὸν Κώιων
[καὶ στεφανῶσαι στεφάνωι χρυσέωι ἀπὸ] δραχμᾶ[ν]
15 [χιλιᾶν, ἐπαινέσαι δὲ καὶ τοὺς ἄνδρας ἐπὶ] τῶι δ[ι]-
[καίως διαλῦσαι τὸν δᾶμον τὸν Τηλίων — — — — —]
17-36                        lacuna vv. fere 20
frg. b.37 [— — — — — — — τῶν διαφ]ερομένων π̣[οτὶ τὸν δᾶμον τὸν]
[Τηλίω]ν, ὅπως ὁμονοιεῦντες ἐν δαμοκρατίαι π̣[ολιτεύ]-
[ωνται] ἐλεύθεροι καὶ αὐτόνομοι ὄντες, τυχἀγαθᾶι, κ̣[ατὰ τά]-
40 [δε διέλ]υσαν τὸν δᾶμον καὶ τοὺς διαφερομένους Τηλί̣[ων]
[ποτὶ] τ̣ὸν δᾶμον· ὑπὲρ μὲν τᾶν δικᾶν τᾶν ἱερᾶν καὶ τᾶν
[δαμο]σιᾶν, ἃς ὀφλόντες ἐν τοῖς δικαστηρίοις ἀντέλεγον
[μὴ δικ]αίως ὀφλῆκεν, ἀπομισθῶσαι τὸς ταμίας αὐτοῖς τῶγ
[χρη]μάτων ὧν ὦφλον τοῖς μὲν τὰς ἱερὰς δίκας ὀφλοῦ-
45 [σι]ν̣ τὰς ποτὶ τὸ Ἀθάναιον καὶ Κλεισιμβροτίδαι τὰν περὶ τὸ
[Δ]αμάτριον, καὶ Φιλτυλίωι παρασχεῖν ἐς τὰν ἑκατόμβαν τὰν
θ̣υομέναν ἐπὶ μονάρχου Θεαγόρα ταῦρον κριὸν οἶν θήλειαν·
τῶν δὲ τὰς δαμοσίας δίκας ὀφλόντων Ἀρισταγόραν μὲν
[Ἀ]ριστοφίλου ἀποτετείκεν τὸ ἀργύριον ὃ ἐνδειχθεὶς κατέ-
50 [β]α̣λε, ο<ὗ> ἔγδεια ἐγένετο πωληθέντων τῶν κτημάτων ποτὶ
[τ]ὰ̣ν καταδίκαν, Ἀριστόθεμιν δὲ Ἀριστοφίλου ἀποτεῖσαι δρα-
[χ]μὰς πεντακισχιλίας, Νικαγόραν δὲ Νικάνακτος ἀποτεῖσα̣[ι]
[τᾶ]ι πόλει δραχμ〚μ〛ὰς {²⁶δραχμάς}²⁶ χιλίας πεντακοσίας· ἀποδόντω δὲ ἐμ μη-
[ν]ὶ Καρνείωι ἐπὶ Θεαγόρα· ποτὶ δὲ τὰ λοιπὰ χρήματα τὰ ἐκ τᾶν κα-
55 τ̣αδικᾶν ἀπομισθωσάντω τοὶ ταμίαι Ἀριστοθέμι καὶ Νικαγόρα[ι]
[κ]α̣ὶ Ἀρισταγόραι τὸν βωμὸν τοῦ Ἀσκλαπιοῦ ἐ̣π̣ι̣σ̣κευάξαι καὶ ἐξαλε[ῖ]-
[ψαι· συ]ν̣τελεσάντων δὲ τῶν μὲν τὰς ἱερὰς δίκας ὀφλόντων τὰν
[ἑκατόμβ]α̣ν, Ἀριστοθέμιος δὲ καὶ Νικαγόρα καὶ Ἀρισταγόρα {ι} τὸμ βω-
[μὸν κατὰ τ]ὰ γεγραμμένα, ἀπολελύσθαι αὐτὸς τᾶν δικᾶν καὶ
60 [τὰς γραφὰς] ἀ̣ναιρῆσθαι, καὶ μὴ ἦ̣μεν ἔγκλημα περὶ τᾶν δικᾶν
[τᾶν τε ἱερᾶν καὶ] τᾶ̣ν δαμοσιᾶν τᾶν δικασθεισᾶν μήτε τοῖς
[ὀφλοῦσιν ἐπιφέρειν] μηθένα μηθὲν μήτ’ ἄλλωι μηδενὶ ποτ[ι]-
[— — — παρευρέσει μη]δ̣εμιᾶι· τὰν δὲ δίκαν τᾶς ὁδοῦ ἃν ἐξι̣[δια]-
[ξαμένους — — — — Ἀριστο]μένη καὶ Ἀρισταγόραν Ἀναξισ[τρά]-
65 [του ἐζαμίωσαν τοὶ — — — — — — — —] ἄρχοντος δ̣ι̣αφεροντ[․․]
[— — — — — — — — — — — — — — — — — — — — — — — —]
face B, back.frg. a                    vacat 0,025
66 [․․]ν̣ δικαν ἐς ὅρκον συνκεχωρημέν[ων καὶ τῶν διαφερο]-
μένων ὑπὲρ τὰς δαμοσίας δίκα[ς φαμένων ἀδίκως ἐζαμιῶσ]-
θαι καὶ τῶν δικαστᾶν τὰν ψᾶφον [ἐνεικάντων περὶ ἑκάστας]
δίκας ἔγνωμες τὸ ἀργύριον, ὃ ἔχει [— — — — — — — — — —]
70 ΤΑΣ, ἀποδόμεν Ἀριστομένει ἄτοκ[ον τὸς ἱεραπόλος· περὶ δὲ]
τ̣ᾶν ζαμιωσιᾶν, ἃς ζαμιωθ̣έ̣ν[τες — — — — — — — — — ἐν κοι]-
νῶι ἀναγεγραμμένοι ἐντὶ καὶ ὁμ̣[ολογούμενοι ὀφλεῖν, ἀπομισ]-
θ̣ωσάντω τοὶ ταμίαι καὶ τοὶ ἱ̣ερ̣α̣π[όλοι ἐκ Ἀριστοθέμιος καὶ Νι]-
[κ]αγόρα καὶ Ἀρισταγόρα συντελέ̣σ̣α̣[ι τὸν βωμόν· συντελεσθέν]-
75 των δὲ καὶ τούτων κατὰ τὰ γεγρα[μμένα ἀπολελύσθαι αὐ]-
τὸς τᾶν ζαμιωσιᾶν καὶ τᾶς ἀνα[γραφᾶς τᾶς ἐν κοινῶι καὶ]
τῶν ἄλλων πάντων, ὧν ἐνεκάλε[σεν αὐτοῖς ἁ πόλις καὶ]
τ̣ὰς̣ π̣ράξε̣[ι]ς τὰς πεπραγμένας [κατ’ αὐτῶν ἀναιρῆσθαι]·
τὰν δὲ πόλιν πριαμέναν τὰς γᾶ[ς τὰς δαμευθείσας, ἃς ἀπέ]-
80 δοντο τοὶ πράκτορες τοῖς ἰδιώτα[ις — — — — — — — —, ἀπο]-
δόμεν τοῖς τε τὰς ἱερὰς δίκας ὀφ[λοῦσι — — — — — — — αὐ]-
τοῖς ἢ τοῖς κλαρονόμοις ἐν τῶι μη[νὶ — — — — — — ἐπὶ Θεαγό]-
ρα καὶ τοῖς τὰς δαμοσία{ι}ς {²⁶δαμοσίας}²⁶, οἷς γέγ[ραπται ἐν τᾶι διαλύσει],
ἀπομισθῶσαι τὸς ταμίας τὸν β[ωμὸν τοῦ Ἀσκλαπιοῦ ἐπισκευά]-
85 [ξα]ι· κατὰ ταὐτὰ δὲ ἀποδ̣[όμεν τοῖς ἰδιώταις, οἳ τὰς γᾶς τὰς]
[δαμευθ]είσας ἐκαρπε̣[ύοντο, τὰν τιμάν, ἃν ὑπὲρ τᾶν γᾶν κατέ]-
[βαλον — — — — — — — — — — — — — — — — — — — — — —]
88-107                                        lacuna vv. fere 20
frg. b.108 [— — — — — — — — — — — — — — — — —] τ̣ο̣ὶ βασιλεῖς̣ ὑ̣π̣[ό]μ̣ν̣α̣[μα]
[— — — — — — — — — — — — —]ο̣ν τὸ χρέος διαλῦσαι, παρὰ μὲν τᾶ[ς]
110 [πόλιος κομιζέ]σθω ὁ πριάμενος, ὅσον τᾶι πόλι κατέβαλε· τὸ δὲ χρέος ὁ̣
[δᾶμος δι]αλυέτω τὸ ἀρχαῖον παρὰ τοῦ ἐξ ἀρχᾶς ὀφείλοντος κα[ὶ]
[τὸ κ]τ̣ῆ̣μα κομιζομένου· ὅσσα δὲ γέγραπται ἀποδόμεν τὰν πόλ[ιν]
[κ]τήματα ἀποδόντω τοὶ ταμίαι καὶ τοὶ ἱεραπόλοι τοὶ ἐν ἑκάστοις
τ̣οῖς χρόνοις γινόμενοι· αἰ δέ κα μὴ ἀποδῶντι, ὀφειλόντω ἕκαστο[ς]
115 [τ]ῶν ταμιᾶν καὶ τῶν ἱεραπόλων πεντακισχιλίας δραχμὰς ἱερὰ[ς]
[τ]οῦ Διὸς τοῦ Πολιέως καὶ τᾶς Ἀθάνας τᾶς Πολιάδος καὶ τῶι ἰδιώτα[ι]
δ̣ιπλοῦν ὅ κα μὴ ἀποδῶι· ἁ δὲ πρᾶξις ἔστω <τῶ>ι ἰδιώται καθάπερ ἐκ δί-
[κ]ας· τοὶ δὲ τὰς γραφὰς ἀνελόντες καὶ τοὶ πρυτάνιες τοὶ προθέν-
τ̣ες τὰς διαλύσεις καὶ τοὶ πράκτορες καὶ τοὶ ταμίαι καὶ τοὶ ἱεραπόλοι
120 [κ]αὶ τοὶ ἄλλοι τοὶ διοικεῦντές τι τῶν γεγραμμένων μὴ εὔντω ὑπό-
δικοι· αἰ δέ τίς κα ποῆι παρὰ τὰ γεγραμμένα ἢ εὔθυναν γράφηται ἢ τᾶ[ι]
[δ]ιαλύσει μὴ ἐμμένηι ἢ ἄλλο τι ἔγκλημα ἐπιφέρηι τοῖς ἄρχουσιν ἢ
τοῖς ἰδιώταις ὅσσα ἐς τὰν διάλυσιν καθῖκε, ἀποτεισάτω μυρίας δρα-
[χ]μὰς ἱερὰς τοῦ Διὸς τοῦ Πολιέως καὶ τᾶς Ἀθάνας τᾶς Πολιάδος καὶ τὸ
125 [ἔ]γκλημα τὸ ἐπενιχθὲν ἄκυρον ἔστω· ὅπως δὲ Τήλιοι καὶ εἰς τὸν ἐπίλοι-
[π]ον χρόνον ὁμονοεῦντες διατελῶντι, ὀμοσάντω τοὶ γεγενημέ-
[ν]οι ἀπό τε ὀκτωκαίδεκα ἐτέων πάντες θεὸς τὸς ὁρκίος [κ]ατὰ ἱερῶν νε[ο]-
[κ]αύτων τὸν ὅρκον τόνδε· «ἐμμενέω ἐν τῶι πολιτεύματι τῶι καθεστακό-
τι καὶ διαφυλαξέω τὰν δαμοκρατίαν καὶ οὐ μνασικακησέω περὶ τῶν
130 [ἐν τᾶι κ]ρίσ[ει] γενομένων οὐδὲ πραξέω παρὰ τὰν διάλυσιν τάνδε οὐδὲν
[οὐδὲ] ὅπλα ἐναντία θησεῦμαι τῶι δάμωι οὐδὲ τὰν ἄκραν καταλαμψεῦντι
συμβουλευσέω οὐδὲ ἄλλωι ἐπιβουλεύοντι οὐδὲ καταλύοντι τὸν δᾶ-
μον εἰδὼς ἐπιτραψέω· αἰ δέ κα αἴσθωμαί τινα νεωτερίζοντα ἢ συλ-
λόγους συνάγοντα ἐπὶ καταλύσει τοῦ δάμου, δηλωσέω τοῖς ἄρχου-
135 σιν· εὐορκεῦντι μέμ μοι ἦμεν πολλὰ ἀγαθά, ἐφιορκεῦντι δὲ τὰ ἐναν-
τία». ὀμοσάντω δὲ καὶ τοὶ ἀπόδαμοι ἀφ’ οὗ κά παραγέν[ω]νται ἐν ἁμέραις
[ἑ]ξήκοντα. αἰ δέ τίς κα μὴ ὀμόσηι, χιλίας δραχμὰς ἀποτεισάτω ἱερὰς
[τ]οῦ Διὸς τοῦ Πολιέως καὶ τᾶς Ἀθάνας τᾶς Πολιάδος.  ἔδοξε τῶι
[δ]άμωι, γνώμα πρυτανίων· ἀγαθᾶι τύχαι, χρῆσθαι τᾶι διαλύσει καθὰ
140 [τ]οὶ διαλλακταὶ τοὶ Κῶιοι διέγραψαν· δόμεν δὲ καὶ ξένια τοῖς διαλλα-
[κτ]α̣[ῖς], δόντω δὲ ταμίαι.
Search Help
Contact Us