Decree of Samos honoring Koan judges. Stele of white marble, broken at the top and bottom.
[ ]
Kos Isl. — Kos — Asklepieion — late 4th c. BC — Clara Rhodos 10 (1941) 27, 1 — Chiron 29 (1999) 253, 1 — IG XII,6 1 150
| [— — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
| [καὶ] ἀναγράψαι αὐτοὺς εὐεργέτας τοῦ δήμου τοῦ̣ Σ̣[αμίων καὶ στε]- | |
| [φα]νῶσαι αὐτοὺς χρυσῶι στεφάνωι καὶ ἀναγγεῖλαι τ̣ὸν ἱερ[οκή]- | |
| [ρ]υκα Διονυσίων τραγωιδοῖς ἐν τῶι θεάτρωι ἐπ’ ὀνόματος ἕκαστον | |
| πατρόθεν, ὅτι «ὁ δῆμος ὁ Σαμίων στεφανοῖ τοὺς δικαστὰς καὶ το̣[ὺ]- | |
| 5 | [ς] προξένους τοὺς παραγενομένους̣ ἐκ Κῶ δικάσαντ̣α̣ς Σ[α]μίοις̣ |
| [τὰ]ς δίκας ὀρθῶς καὶ δικαίως», τῆς δ’ ἀναγγελίας ἐπιμεληθῆνα[ι] | |
| [τὸ]ν ἀγωνοθέτην μετὰ τοῦ δημιουργοῦ· εἶναι δὲ αὐτοῖς καὶ εἴσ- | |
| π̣λουν καὶ ἔκπλουν ἀσυλεὶ καὶ ἀσπονδὶ καὶ ἐμ πολέμωι καὶ ἐν̣ εἰρήνηι, δ̣- | |
| [ε]δόσθαι δὲ αὐτοῖς καὶ προεδρίαν ἐν τοῖς ἀγῶσι πᾶσιν ο̣ἷς̣ [ἡ] πόλις τ̣ίθησ[ι], | |
| 10 | εἶναι δὲ αὐτοῖς καὶ ἔφοδον ἐπὶ τὴν βουλὴν καὶ τὸν δῆμον, ἄν [τ]ο̣υ δέ[ω]ντ̣α̣[ι] |
| π̣ρώτοις μετὰ τὰ ἱερὰ καὶ τὰ βασιλικά, ἐπιμελε̣[ῖ]σ̣θαι δ̣ὲ α̣ὐ̣[τ]ῶν [κ]α̣ὶ̣ τὰ [ἀρ]- | |
| χεῖα ἀεὶ τὰ ἐνεστηκότα, ἐάν του τυγχάνωσι δεό̣[με]ν̣οι, [ε]ἶναι δὲ α[ὐ]- | |
| τοὺς καὶ προξένους τῆς πόλεως, δεδ[ό]σσθαι δὲ̣ αὐτοῖς καὶ πολειτεία[ν] | |
| [ἐ]φ’ ἵσηι καὶ ὁμοί̣αι καὶ ἐπιψηφίσαι τὸν δῆμον ἐν ἀρχαιρεσίαις κα̣[τ]ὰ τὸν [νό]- | |
| 15 | μον, τοὺς δὲ πρυτάνεις τοὺς πρυτανεύοντας τὸμ μῆνα τ̣[ὸν Ἀν]θεσ[τη]- |
| [ρι]ῶνα προαγαγεῖν ὑπὲρ τῆς πολειτ̣είας καὶ τῆς προξενία̣ς, ὅπως ὁ δῆμο[ς] | |
| διαψηφίσηι καθότι ἐν τῶι νόμωι γέγραπται· ἐὰν δέ τινε̣[ς α]ὐ̣τῶν βούλω̣ντα[ι] | |
| ο̣ἰκεῖν ἐν Σάμωι, εἶναι αὐτοῖς ἀτέλειαν ὧν ἂν εἰσάγ̣ωνται, καὶ <ἐὰν> ἐξάγε̣[ιν] | |
| βούλωνται τούτων τι, ἀτελῆ ἐξαγέτωσαν· ταῦτα δὲ ὑπ[ά]ρχειν αὐτοῖς καὶ ἐκ- | |
| 20 | γόνοις· ὅπως δὲ πάντες εἰδῶσ[ι]ν τὰ ἐψηφισμέν[α Σαμίο]ις περὶ τῶν |
| [δ]ικαστῶν καὶ τῶν προξένων, τὸγ γραμματέα τῆς βου̣λ̣ῆς ἀναγράψα[ι] | |
| τ̣ὸ ψήφισμα τόδε εἰστήλας λιθίνας δύο καὶ στῆσα[ι μί]αμ μὲν εἰς τὸ [ἱ]- | |
| ε̣ρὸν τῆς Ἥρας, τὴν δὲ μίαν, ὅταν αἱ τῆς βασιλίσσης Φ̣ίλας τιμα[ὶ] | |
| συντελεσθῶσι, εἰς τὸ τέμενος τὸ ἀποδειχθὲν Φίλαι, τὸν δὲ οἰκον[ό]- | |
| 25 | μον εἰς τὸ ἀνάλωμα ὑπηρε̣τῆσαι· ἑλέσθαι δὲ καὶ πρεσβευτὴν εἰς Κῶν, |
| ὅστις τό τε ψήφισμα ἀποίσει καὶ ἀξιώσει τὸν δῆμον ψηφίσασθαι, ὅ- | |
| π̣ως ἀναγραφὲν ἐν στήληι ἀνατεθῆι εἰς ἱερὸν οὗ ἂν ὁ δῆμος ψηφί̣σ[η]- | |
| ται, καὶ ἀναγγείλωσι καὶ παρ’ αὐτοῖς τὰς τιμὰς τὰς δεδομένας τ̣ο̣[ῖς] | |
| δικασταῖς καὶ τοῖς προξένοις καθότι καὶ παρ’ ἡμῖν. vacat | |
| 30 | [ἔ]δοξε τῶι δήμωι, vacat Ἐπήρατος Φιλτέω εἶπε· τὰ μὲν ἄλλα [καθὰ] |
| Βάττος καὶ Ἑρμόδικος· τὸ δὲ ψήφισμα τόδε ἀποστεῖ̣[λαι τοὺς] | |
| πρυτάνεις καὶ τὸν οἰκονόμον εἰς Κῶ τοῖς πρ[ο]ξέ̣[νοις τοῖς] | |
| [ἀ]γαγοῦσι τὰ δικαστήρια καὶ ἀξιοῦν πο̣ι̣[ῆ]σα̣[ι αὐτοὺς πάντα] | |
| [κα]τὰ τ̣ὰ̣ γε̣γραμμένα. vacat |