Honorific decree of Halasarna for the physician Onasandros.  Stele of white marble, in six joining fragments; now missing.
[ ] Kos Isl. — Halasarna (Kardamaina) — mid-2nd c. BC — PdP 46 (1991) 135-140 — SEG 41.680 — É. Samama, Les médecins (2003) 249, 137
See also:
1 ἐπὶ μονάρχου Φιλίσκου, μηνὸς Πανάμου ὀγδᾶι
ἐξ εἰκάδος, ναποῖαι εἶπαν Νίκαρχος Τεισία, Ἀρίσ-
των Χαρμύλου, Φιλωνίδας Διδυμάρχου· v ἐπειδὴ Ὀνά-
σανδρος Ὀνησίμου ἰατρὸς μαθὼν παρὰ Ἀντιπάτρωι
5 τῶι Διοσκουρίδα {ι} τὰν τέχναν, καθ’ ὃν ὁ διδάσκαλος
αὐτοῦ καιρὸν ἐδαμοσίευε παρ’ ἁμεῖν, συνὼν ἐκείνω[ι]
τάν τε ἀναστροφὰν ἐποιεῖτο ποτὶ πάντας ἄλυπον
τοῖς τε ποτιδεηθεῖσι τῶν δαμοτᾶν ἀπαράκλητος πα-
ρείχετο τὰν ἀπὸ τᾶς τέχνας χρείαν· κατασταθεὶς
10 δὲ καὶ ὑπηρέτας ἐφ’ ἕτη καὶ πλείονα ἀπόδειξιν ἐποι-
ήσατο πολλῶι μᾶλλον τᾶς τε κατὰ τὰν τέχναν
ἐμπειρίας καὶ τᾶς κατὰ τὸν βίον εὐταξίας, οὔτε κα-
κοπαθίαν οὔτε δαπάναν οὐδεμίαν ὑφορώμενος, ἐ-
ξ ὧν ἤμελλέν τι τῶν συμφερόντων τοῖς δαμόταις ἐλ-
15 λείψειν· ταγέντος δὲ καὶ τοῦ διδασκάλου αὐτοῦ ἐπὶ τὸ κα-
τὰ πόλιν ἔργον Ὀνάσανδρος κρίνας καὶ αὐτὸς συνλειτουρ-
γεῖν πρᾶτον τῶι διδάξαντι, ὑπηρετῶν ἐκείνωι, καὶ πολ-
λῶν ἐπιδεηθέντων αὐτοῦ τῶν δαμοτᾶν διὰ τὸ πρότε-
ρον ἐπεγνώκεν τὰν ὑπάρχουσαν περὶ αὐτὸν κατά τε τὰν
20 τέχναν ἐμπειρίαν καὶ τὰν κατὰ τὸν βίον ἀναστροφὰν πᾶ-
σιν ἐκτενῆ καὶ πρόθυμον ἑαυτὸν παρείχετο βοαθῶν καὶ
παραίτιος γινόμενος ὅσον ἐφ’ ἑαυτῷ τᾶς σωτηρίας, καθότι
μάλιστα αὐτοὶ τοὶ ποτιδεηθέντες αὐτοῦ ἐπεγνώκαντι·
κρίνας δὲ καὶ καθ’ ἑαυτὸν ἀνοῖξαι ἰατρεῖον καὶ ἰδιωτεύεν κα-
25 τὰ πόλιν καί τινων τῶν χρωμένων αὐτῶι συντάξεις φερόν-
των ὅμως παρ’ οὐθενὸς τῶν δαμοτᾶν, ὅσοι ποτιδεδέηνται
αὐτοῦ χάριν τᾶς κατὰ τὰν ἰατρικὰν τέχναν ἐμπειρίας
οὔτε μισθὸν πέπρακται οὔτε σύνταξιν ὑπομεμένει-
κεν λαμβάνειν καίτοι γ’ ἱκανὸν δυνάμενος ἀπὸ τῶν
30 τοιούτων περιποιήσασθαι διάφορον διὰ τὸ πολλὸς
τῶν χρωμένων αὐτῶι τῶν δαμοτᾶν καὶ ἐν ἀρρωστί-
αις ἐπισφαλέσι γεγόνεν καὶ ἐν θεραπεύμασιν παρα-
δόξοις, ἀλλ’ ἀεί ποκα τιθέμενος ἐν ἐλάσσονι τὸ ἴδιον
λυσιτελὲς πᾶσιν ἐκτενῆ καὶ πρόθυμον παρέσχηται
35 αὑτὸν βοαθὸν ἔν τε τῶι λοιπῶι βίωι ἄλυπον ἑαυ-
τὸν τετήρηκεν ποτὶ πάντας καὶ ἄ<⁶¹ξ>⁶¹ιον οὐ μόνον
[τ]οῦ ἐπιταδεύματος ἀλλὰ καὶ τᾶς ποτὶ τὸς δαμό-
[τα]ς εὐνοίας· ὅπως οὖν καὶ τοὶ δαμόται φαίνωνται
μηθὲ̣ μόνον τῶν πολιτᾶν τὸς ἀγαθὸς καὶ εὐν<ο>ϊκῶς δι-
40 ακειμένος ποθ’ αὑτὸς τιμῶντες, ἀλλὰ καὶ τῶν παροί-
κων τὸς ἐκτενῶς καὶ φιλοτίμως ἐμ παντὶ καιρῶι ποτὶ
τὸ πλῆθος ποτιφερομένος Ὀνάσανδρός τε τιμα-
θεὶς ταῖς καταξίαις τιμαῖς πολὺ προθυμότερον ἑα̣[υ]-
τὸν παρέχηται ἐς τὸς δαμότας, vac. ἀγαθᾶι τύχαι, δεδό-
45 χθαι τῶι δάμωι τῶι Ἁλασαρνιτᾶν ἐπαινῆσθαι Ὀνάσα[ν]-
δρον Ὀνησίμου ἰατρὸν ἐπί τε τᾶι αἱρέσει ἇι ἔχει ποτὶ πά[ν]-
τας τὸς δαμότας καὶ κατὰ τὰν ἰατρικὰν τέχναν ἐμ-
πειρίαι, ἦμεν δὲ αὐτῶι καὶ μετουσία<ν> πάντων τῶν ἱερῶν
ὧν μέτεστι καὶ τοῖς δαμόταις, τοὶ δὲ ναποῖαι τελεσάντω
50 ἔς τε τὰν στάλαν καὶ τὰν ἀναγραφὰν ἀπὸ τῶν ὑπαρχόντων
τοῖς θεοῖς χρημάτων καὶ ἀναθέντωσαν ἐς τὸ ἱερὸν τοῦ
Ἀπόλλωνος παρὰ τὰν στάλαν τὰν Ἀντιπάτρου τοῦ διδασ-
κάλου αὐτοῦ. ψᾶφοι ταὶ κυροῦσαι τὰν γνώμαν τῶν ναποιᾶν
στερεαί· vac. διακόσιαι τεσσαράκοντα ὀκτώ, ἐναντία· vacat
55 οὐδεμία.                                           vacat
Search Help
Contact Us