[ ]
Kos Isl. — Halasarna (Kardamaina) — 2nd c. BC — cf. ASAA 41-42 (1963-64) 156-157 — PdP 46 (1991) 135-140
See also:
| 1 | ἐπὶ μονάρχου Φιλίσκου, μηνὸς Πανάμου ὀγδᾶι |
| ἐξ εἰκάδος· ναποῖαι εἶπαν Νίκαρχος Τεισία, Ἀρίσ- | |
| των Χαρμύλου, Φιλωνίδας Διδυμάρχου· ἐπειδὴ Ὀνά- | |
| σανδρος Ὀνησίμου ἰατρὸς μαθὼν παρὰ Ἀντιπάτρωι | |
| 5 | τῶι Διοσκουρίδα {ι} τὰν τέχναν, καθ’ ὃν ὁ διδάσκαλος |
| αὐτοῦ καιρὸν ἐδαμοσίευε παρ’ ἁμεῖν, συνὼν ἐκείνῳ | |
| τάν τε ἀναστροφὰν ἐποι̣εῖτο ποτὶ πάντας ἄλυπον | |
| τοῖς τε ποτιδεηθεῖσι τῶν δαμοτᾶν ἀπαράκλητος πα- | |
| ρείχετο τὰν ἀπὸ τᾶς τέχνας χρείαν· κατασταθεὶς | |
| 10 | δὲ καὶ ὑπηρέτας ἐφ’ ἔτη καὶ πλείονα ἀπόδειξιν ἐποι- |
| ήσατο πολλῶι μᾶλλον τᾶς τε κατὰ τὰν τέχναν | |
| ἐμπειρίας καὶ τᾶς κατὰ τὸν βίον εὐταξίας, οὔτε κα- | |
| κοπαθίαν οὔτε δαπάναν οὐδεμίαν ὑφορώμενος ἐ- | |
| ξ ὧν ἤμελλέν τι τῶν συμφερόντων τοῖς δαμόταις ἐλ- | |
| 15 | λειψεῖν· ταγέντος δὲ καὶ τοῦ διδασκάλου αὐτοῦ ἐπὶ τὸ κα- |
| τὰ πόλιν ἔργον, Ὀνάσανδρος κρίνας καὶ αὐτὸς συνλειτουρ- | |
| γεῖν πρᾶτον τῶι διδάξαντι ὑπηρετῶν ἐκείνωι, καὶ πολ- | |
| λῶν ἐπιδεηθέντων αὐτοῦ τῶν δαμοτᾶν διὰ τὸ πρότε- | |
| ρον ἐπεγνώκεν τὰν ὑπάρχουσαν περὶ αὐτῶν κατά τε τὰν | |
| 20 | τέχναν ἐμπειρίαν καὶ τὰν κατὰ τὸν βίον ἀναστροφάν, πᾶ- |
| σιν ἐκτενῆ καὶ πρόθυμον ἑαυτὸν παρείχετο βοαθῶν καὶ | |
| παραίτιος γινόμενος ὅσον ἐφ’ ἑαυτῶ<ι> τᾶς σωτηρίας, καθότι | |
| μάλιστα αὐτοὶ τοὶ ποτιδεηθέντες αὐτοῦ ἐπεγνώκαντι· | |
| κρίνας δὲ καὶ καθ’ ἑαυτὸν ἀνοῖξαι ἰατρεῖον καὶ ἰδιωτεύεν κα- | |
| 25 | τὰ πόλιν, καί τινων τῶν χρωμένων αὐτῶι συντάξεις φερόν- |
| των ὅμως παρ’ οὐθενὸς τῶν δαμοτᾶν ὅσοι ποτιδεδέηνται | |
| αὐτοῦ χάριν τᾶς κατὰ τὰν ἰατρικὰν τέχναν ἐμπειρίας | |
| οὔτε μισθὸν πέπρακται οὔτε σύνταξιν ὑπομεμένει̣- | |
| κεν λαμβάνειν καίτοι γ’ ἱκανὸν δυνάμενος ἀπὸ τῶν | |
| 30 | τοιούτων περιποιήσασθαι διάφορον διὰ τὸ πολλὸς |
| τῶν χρωμένων αὐτῶι τῶν δαμοτᾶν καὶ ἐν ἀρρωστί- | |
| αις ἐπισφαλέσι γεγόνεν καὶ ἐν θεραπεύμασιν παρα- | |
| δόξοις, ἀλλ’ ἀεί ποκα τιθέμενος ἐν ἐλάσσονι τὸ ἴδιον | |
| λυσιτελὲς πᾶσιν ἐκτενῆ καὶ πρόθυμον παρέσχηται | |
| 35 | αὑτὸν βοαθὸν ἔν τε τῶι λοιπῶι βίωι ἄλυπον ἑαυ- |
| τὸν τετήρηκεν ποτὶ πάντας καὶ ἄξιον οὐ μόνον | |
| [τ]οῦ ἐπιταδεύματος, ἀλλὰ καὶ τᾶς ποτὶ τὸς δαμό- | |
| [τα]ς εὐνοίας· ὅπως οὖν καὶ τοὶ δαμόται φαίνωνται | |
| [μὴ] μόνον τῶν πολιτᾶν τὸς ἀγαθὸς καὶ εὐνο<ϊ>κῶς δι- | |
| 40 | [ακει]μένος ποθ’ αὑτὸς τιμῶντες, ἀλλὰ καὶ τῶν παροί- |
| [κων τ]ὸς ἐκτενῶς καὶ φιλοτίμως ἐμ παντὶ καιρῶι ποτὶ | |
| [τὸ πλ]ῆθος ποτιφερομένος Ὀνάσανδρός τε τιμα- | |
| θεὶς ταῖς καταξίαις τιμαῖς πολὺ προθυμότερον ἑ[αυ]- | |
| τὸν παρέχηται ἐς τὸς δαμότας· ἀγαθᾶι τύχαι· δεδό- | |
| 45 | χθαι τῶι δάμωι τῶι Ἁλασαρνιτᾶν ἐπαινῆσθαι Ὀνάσ[αν]- |
| δρον Ὀνησίμου ἰατρὸν ἐπί τε τᾶι αἱρέσει ἇι ἔχει ποτ[ὶ πάν]- | |
| τας τὸς δαμότας καὶ κατὰ τὰν ἰατρικὰν τέχναν ἐ[μ]- | |
| πειρίαι· ἦμεν δὲ αὐτῶι καὶ μετουσία<ν> πάντων τῶν ἱερῶ[ν] | |
| ὧν μέτεστι καὶ τοῖς δαμότας· τοὶ δὲ ναποῖαι [τελεσάντω] | |
| 50 | ἔς τε τὰν στάλαν καὶ τὰν ἀναγραφὰν ἀπὸ τῶν ὑπαρχόντων |
| τοῖς θεοῖς χρημάτων καὶ ἀναθέντωσαν ἐς τὸ ἱερὸν τοῦ | |
| Ἀπόλλωνος παρὰ τὰν στάλαν τὰν Ἀντιπάτρου τοῦ διδασ- | |
| κάλου αὐτοῦ· ψᾶφοι ταὶ κυροῦσαι τὰν γνώμαν τῶν ναποιᾶν | |
| στερεαί· v διακόσιαι τεσσαράκοντα ὀκτώ· ἐναντία | |
| 55 | οὐδεμία. vacat |