Honorific decree of Halasarna for Diokles. Stele of white marble, in two joining fragments.
[ ]
Kos Isl. — Halasarna (Kardamaina) — Sanct. of Apollo — late 3rd c. BC — Halasarna I (2004) 27, 1 — SEG 54.745
See also:
| vacat 0,04 | |
| ἔδοξε τῶι δάμωι τῶι Ἁλασαρνι- | |
| τᾶν· v ἐπειδὴ Διοκλῆς Ἀλεξάνδρου | |
| αἱρεθεὶς ἀρχεύων παρ’ Ἡρακλῆ τά τε | |
| ἱερὰ ἐξέθυσεν τῶι θεῶι καλῶς | |
| 5 | καὶ ἐνδόξως, καταξίως καὶ αὑτο[ῦ] |
| καὶ τῶν προγόνων, οὐδεμίαν ὑπο- | |
| στελλόμενος δαπάναν ἀλλὰ δη- | |
| <λ>όμενος ἀπόδειξιν ποιεῖσθαι {²ποεῖσθαι ph.}² τᾶς | |
| αὑτοῦ προθυμίας· ὅπως οὖν καὶ ὁ | |
| 10 | δᾶμος [φ]αίνηται τοὺς ἀγαθοὺς ἄ[ν]- |
| δ[ρας τι]μῶν καὶ καταξίας χάριτας | |
| ἀποδιδοὺς τῶν εὐεργετημάτων, | |
| ἐπαινέσαι τε Διοκλῆ ἐπὶ τᾶι αἱρέ- | |
| σει ἃν ἔχων διατελεῖ, καὶ στεφα- | |
| 15 | νῶσαι αὐτὸν χρυσέωι στεφάνωι |
| ἀπὸ χρυσῶν τριάκοντα ἀρετᾶς ἕ- | |
| νεκεν καὶ εὐνοίας τᾶς εἰς αὑτόν· | |
| ὅπως δὲ καὶ ἁ ἀναγγελία γένητα[ι] | |
| καλῶς καὶ ἐνδόξως τοῦ στεφά- | |
| 20 | νου, ἄνδρας ἑλέσθαι τρεῖς ἐκ πά[ν]- |
| [τω]ν τῶν δαμοτᾶν ἤδη, οἵτινε[ς] | |
| ἐπελθόντες ἐπὶ τὸς προστάτα[ς] | |
| καὶ τὰμ βουλὰν καὶ τὰν ἐκκλησία[ν] | |
| τό τε ψάφισμα ἀποδωσεῦντ[ι] καὶ | |
| 25 | παρακαλεύντω τὸς πολίτας, ὅπω[ς] |
| ἁ ἀναγγελία δοθῇ ἐν τῶι ἀγῶν[ι τ]ῶν | |
| Διονυσίων καθ’ ἃ αἰτεῖται ὁ δ[ᾶμ]ος, | |
| τοὶ δὲ ναποῖαι τοὶ ἐν ἀρχᾶι εὖντες | |
| ἀναγράψαντες τόδε τὸ ψάφισμα | |
| 30 | ἐς στάλαν λιθίναν ἀναθέντω ἐς |
| τὸ ἱερὸν τοῦ Ἀπόλλωνος παρὰ τὰ[ν] | |
| παραστάδα τοῦ ναοῦ ἐν δεξιᾶ[ι] | |
| [ἐ]σπορευομένων· v τὸ δὲ ἀνάλω̣- | |
| μα τὸ γενόμενον ἔς τε τὸν στέ- | |
| 35 | φανον καὶ τὰν ἀναγραφὰν τᾶς |
| στάλας τελεσάντω τοὶ ναπο[ῖαι] | |
| τοὶ ἐν ἀρχᾶι ὄντες ἀπὸ τῶν τοῦ | |
| θεοῦ vac. χρημάτων· vacat | |
| ἄνδρες αἱρεθέν̣[τ]ε̣ς̣· Τιμόλυκος | |
| 40 | Διοκλεῦς, v Φιλόφρων Εὐφιλήτου, |
| Λαμπίας v Θαρσύνοντος. | |
| vacat 0,17 |