Two decrees of Halasarna concerning a subscription to complete the temple of Apollo. Opisthographic stele of gray marble, broken at the bottom.
[ ]
Kos Isl. — Halasarna (Kardamaina) — ca. 250-200 BC — Chiron 31 (2001) 253, 1 — SEG 51.1050
See also:
| face A, front.I.1 | ἐπὶ μονάρχου Φιλώτα, μηνὸς Δαλίου τετράδι, |
| Θευγένης Ἑκατοδώρου εἶπε· ἑλέσθαι ἄνδρας | |
| τέσσαρας, ὅπως πορισθέντων χρημάτων | |
| ἐν τάχει τὰ κατάλοιπα τῶν ἔργων τοῦ ναοῦ | |
| 5 | τοῦ Ἀπόλλωνος κατασκευασθῆι καὶ μὴ κιν- |
| δυνεύσηι τὰ συντετελεσμένα ἔργα τᾶς | |
| ὀροφᾶς καὶ τοῦ θυρώματος ἐπιγενομένου | |
| χρόνου πλείονος καταφθαρῆμεν τάν τε συν- | |
| αντίλαμψιν τᾶς κατασκευᾶς τοῦ ναοῦ | |
| 10 | μὴ μόνον ἁ πόλις φαίνηται πεποιημένα, ἀλλὰ |
| καὶ ὁ θεὸς ἀπὸ τῶν ὑπαρχόντων αὐτῶι χρή- | |
| μάτων καὶ τοὶ δηλόμενοι ἐπαγγείλασσθαι εἰς | |
| ταῦτα συντελεσθέντος τε τοῦ ναοῦ ἐπιφα- | |
| νέστερον τὰ κατὰ τὸ ἱερὸν ἐξάγηται, ἀγαθᾶι | |
| 15 | τύχαι, δεδόχθαι τὸς μὲν νεωποίας τελέσαι τοῖς |
| αἱρεθεῖσιν ἀνδράσιν ἀπὸ τῶν τοῦ θεοῦ χρημάτων | |
| δραχμὰς v ΧΧ v, τῶν δὲ δαμοτᾶν καὶ τῶν ἄλλων | |
| μένος ἐς τὰν κατασκευὰν τοῦ ναοῦ ἕκαστον | |
| 20 | μὴ ἐλάσσω δραχμᾶν τριάκοντα, ποιεύμενοι τὰν |
| μὲν ἐπαγγελίαν ἐν ἐνιαυτῶι ἐν ταῖς συνόδοις | |
| ταῖς γινομέναις ἐν τῶι δάμωι ἄρχοντος Δαλίου | |
| τοῦ ἐπὶ Φιλώτα, τὰν δὲ καταβολὰν τοῦ ἀργυρίου πο- | |
| εῖσθαι ἐπὶ τὸς ἄνδρας τὸς αἱρεθέντας ἐν τρισὶν | |
| 25 | καταβολαῖς, διδόντες τὰ<ν> μὲμ πράταν μετὰ τὸ |
| [τὰ]ν ἐπαγγελίαν γενέσθαι παραχρῆμα, τὰν δὲ ἐ- | |
| [χομ]έναν ἐν ἑξαμήνω[ι] κ̣αὶ τὰν ἄλλαν ὡσαύτως· | |
| [ὅπως] δὲ κ̣αὶ τῶν ἐπ̣[αγγειλαμ]ένων ὑπάρχηι ὑ- | |
| [πόμναμα — — — — — — — — — — — — — — — —] | |
| face B, back.II.1 | ἐς ὅ κα ταί τε ἐπαγγελίαι πέτωντι καὶ ἐκ τᾶς πόλιός τι |
| ψαφισθῆι· συντελεσθέντων δὲ τῶν ἔργων αἴ τινά κα πε- | |
| ριῆι ἐκ τᾶν ἐπαγγελιᾶν χρήματα ἀποδόντω τοὶ ἄν- | |
| δρες ἐφ’ ὧν κα πέτῃ ναπόαις τοῖς ἐν ἀρχᾶι εὖσιν· τοὶ δὲ | |
| 5 | ναποῖαι διδόντω εἰς τὰς φυλὰς τοῖς ἐπιμηνίοις, καθὰ |
| καὶ πρότερον ἐδίδουν εἰς τὰς δύο ἁμέρας· τὸ δὲ ψάφισ- | |
| μα τόδε ἀναγραψάντω τοὶ ἄνδρες τοὶ ἁιρημένοι ἐ- | |
| πὶ τὸ αὐτὸ τῶι πρότερον κυρωθέντι ψαφίσματι ἐπὶ μο- | |
| νάρχου Φιλώτα. | |
| vacat 0,35 |