Honorific decree of Halasarna for the archon Herodotos. Two joining fragments of a stele of gray marble; a now missing.
[ ]
Kos Isl. — Halasarna (Kardamaina) — ca. 250-200 BC — SbBerlin (1901.1) 478, 2 (b) — Chiron 28 (1998) 121, 13 — SEG 48.1094
See also:
| 1 | ἔδοξε τῶι δάμωι τῶι Ἁλασα[ρνιτᾶν], |
| ναποῖαι εἶπαν· ἐπειδὴ Ἡρόδοτο[ς Ἡρα]- | |
| κλείτου ἀρχεύσας παρ’ Ἡρακ[λῆ τά τε] | |
| ἱ̣ερὰ ἐξέθυσε τῶι θεῶι ὑπὲρ τ[ῶν πολι]- | |
| 5 | τᾶν ἀξίως καὶ αὑτοῦ καὶ τῶν π[ρογόνων] |
| καὶ τοὺς παραγενομένους ἐν̣ [τῶι ὑ]- | |
| πηρετικῶι ἐδέξατο μετὰ τῶν δ[αμοτᾶν] | |
| οὐδεμίαν ὑποστελλόμενος δα̣[πάναν], | |
| ἀλλὰ δηλόμενο̣[ς ἀ]πό[δει]ξιν ποε[ῖσθαι] | |
| 10 | τᾶς αὑτοῦ πρ̣[οθυμίας, ἇς ἔ]χε[ι ποτὶ τὸν] |
| δᾶμον· ὅπω[ς οὖν καὶ ὁ δᾶμος φαίνηται τὸς] | |
| [ἑ]α̣υ̣τὸν ε̣[ὐεργετήσαντας — — — — — — —] | |
| [ἄ]νδρας τιμ[ῶν, vac. δεδόχθαι ἐπαινέσαι τε] | |
| [Ἡ]ρόδοτον Ἡ[ρακ]λεί̣[του ἐπὶ τᾶι εὐσεβείαι] | |
| 15 | τᾶι ποτὶ τὸς θεὸς κα[ὶ τᾶι ποτὶ τὸν δᾶμον] |
| εὐχαριστίαι καὶ στεφ[ανῶσαι αὐτὸν χρυ]- | |
| σέωι στ<ε>φάνωι ἀπὸ χρυ[σῶν εἴκοσι ἀρε]- | |
| τᾶς ἕνεκε καὶ εὐνοίας τ[ᾶς ἐς αὑτόν, ἵνα] | |
| δὲ καὶ ἁ ἀναγγελία γένη̣[ται τοῦ στεφάνου], | |
| 20 | ἄνδρας ἑλέσθαι τρεῖς [ἐκ πάντων τῶν δα]- |
| μοτᾶν ἤδη, οἵτινες ἐπε[λθόντες ἐπὶ τὸς] | |
| προστάτας καὶ τὰν βου[λὰν καὶ τὰν ἐκκλη]- | |
| σίαν τό τε ψάφισμα ἀπ[οδωσεῦντι καὶ παρα]- | |
| [κα]λεσεῦντι τὸς πολ[ίτας, ὅπως ἁ ἀναγγελία] | |
| 25 | [δ]οθ̣εῖ ἐν τῶι ἀγῶνι [τῶν Διονυσίων καθ’ ἃ] |
| [αἰτ]ε̣ῖται ὁ δᾶμος· τ̣[οὶ δὲ ναποῖαι τοὶ ἐν ἀρ]- | |
| [χᾶι ε]ὖ̣ντες ἀναγ[ράψαντες τόδε τὸ ψάφισ]- | |
| [μα ἀ]ναθέντω [ἐς τὸ ἱερὸν τοῦ Ἀπόλλω]- | |
| [νος, τ]ὸ δὲ ἀν[άλωμα τὸ γενόμενον ἔς] | |
| 30 | [τε τὸ]ν στέ[φανον καὶ τὰν ἀναγραφὰν] |
| [τᾶς στ]ά̣λ̣α̣[ς — — — — — — — — — —] | |
| [— — — — — — — — — — — — — — —] |