Athenian decree in honor of Eumenes II and his brothers. Two non-joining fragments of a stele of white marble. Non-stoich. c. 32-40.
[ ]
Mysia — Pergamon — shortly after 175 BC — IvPergamon 160 — OGIS I 248 w. Add. p. 655 — H. Kotsidu, Time kai Doxa (2000) 75, KNr. 26
See also:
frg. a | vacat |
[— — — — — — —]Λ̣ΕΤΕ[— — — — — — — — —] | |
[ἐπεὶ βασιλεὺς Εὐμ]έ̣νη̣[ς — — — — — — — — —] | |
lacuna | |
frg. b.3 | [— — — — — — — — — — — — — —] ἀρχ̣ο̣[— c.3 —] |
[— — — — — — — — — — — —]γως ὑπαρξ[— c.3 —] | |
5 | [— — — — — — — — — — —] ν̣εώτερον φιλε̣[ῖν] |
[— — — — — — — — — — — ἐ]κ̣ τοῦ πατρὸς [․․] | |
[— — — — — — ποιούμ]ενος τὴν ἀναστροφὴ̣[ν] | |
[— — — — — — —]ΩΣ εἰς σύσστασιν ἧι θελ̣[․․] | |
[— — — — — —] καὶ ἀδελφοῦ πέμπτου τὰ Ε[․․] | |
10 | [— — — — — — μ]ε̣τ̣αλλάξαντος Σελεύκου [καὶ] |
[τῆς συμφορ]ᾶς παρακαλούσης θεωροῦντες | |
[— c.5 — τ]ὸγ καιρὸμ παραδιδόντα πρὸς τὸ κατα- | |
[θέσ]θαι χάριγ καὶ εὐεργεσίαν, πάντα πάρεργα | |
τ̣ἆλλα ποιησάμενοι καὶ ἑαυτοὺς ἐπέχρησαν καὶ | |
15 | μέχρι τῶν ὁρίων τῆς ἰδίας βασιλείας συμπρο- |
ελθόντες καὶ χρήμασι χορηγήσαντες καὶ | |
δυνάμεις παρασκευάσαντες καὶ τῶι διαδήματι | |
μετὰ τῆς ἄλλης κατασκευῆς κοσμήσαντες | |
ὡς καθῆκεν καὶ βουθ̣υτήσαντες καὶ πίστεις | |
20 | ποιησάμενοι πρὸς ἀλλήλους μετὰ πάσης εὐνοίας |
καὶ φιλοστοργίας ἀξιολόγως συγκατέστησαν ἐπὶ τὴμ̣ | |
πατρώιαν ἀρχὴν τὸμ βασιλέα Ἀντίοχον· ὅπως ἂν οὖν̣ | |
ὁ δῆμος ἐγ χάριτος ἀποδόσει φαίνηται πρωτεύων̣ | |
καὶ τοὺς ἑαυτὸν καὶ τοὺς φίλους εὐεργετοῦντας̣ | |
25 | ἀπαρακλήτους φανερὸς εἶ τιμῶν καὶ τὰ καλὰ τῶν̣ |
ἔργων εἰς ἀΐδιομ μνήμην ἀνάγων καὶ νῦν καθάπερ̣ | |
καὶ πρότερον, ἀγαθεῖ τύχηι, δεδόχθαι τεῖ βουλεῖ· | |
τοὺς λαχόντας προέδρους εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν | |
χρηματίσαι περὶ τούτων, γνώμην δὲ ξυμβάλλεσθαι | |
30 | τῆς βουλῆς εἰς τὸν δῆμον, ὅτι δοκεῖ τεῖ βουλεῖ |
ἐπαινέσαι τὸμ βασιλέα Εὐμένη βασιλέως Ἀττά[λου] | |
καὶ βασιλίσσης Ἀπολλωνίδος καὶ στεφανῶσαι χρυσ[ῶι] | |
στεφάνωι ἀριστε<ί>ωι κατὰ τὸν νόμον ἀρετῆς ἕνεκεν | |
καὶ εὐνοίας καὶ καλοκἀγαθίας, ἣν ἀπεδείξατο | |
35 | πᾶσιν ἀνθρώποις σπεύσας ὑπὲρ τοῦ βασιλέως Ἀντιόχου |
καὶ συγκαταστήσας αὐτὸν εἰς τὴν τῶμ προγόνων ἀ̣ρχ̣ή̣[ν]· | |
κατὰ ταὐτὰ δὲ στεφανῶσαι καὶ Ἄτταλον, ὅτι μετὰ τοῦ | |
ἀδελφοῦ Εὐμένους πάντα συνέπραξεν ἀόκνως | |
καὶ φιλοκινδύνως· ἐπαινέσαι δὲ καὶ τοὺς ἀδελφοὺς | |
40 | αὐτῶν Φιλέταιρον καὶ Ἀθ̣ήναιον καὶ στεφανῶσαι χρυσῶι |
στεφάνωι ἑκάτερον αὐτῶν εὐνοίας ἕνεκεν καὶ | |
φιλοτιμίας, ἣμ παρέσχοντο κατὰ τὴγ κάθοδον τοῦ | |
βασιλέως Ἀντιόχου· ἐπαινέσαι δὲ καὶ τοὺς γονεῖς | |
αὐτῶν, τόν τε βασιλέα Ἄτταλον καὶ τὴμ βασίλισσαν | |
45 | Ἀπολλωνίδα, καὶ στεφανῶσαι χρυσῶι στεφάνωι |
ἀριστείωι ἀρετῆς ἕνεκεν καὶ καλοκἀγαθίας, | |
ἣμ περιεποίησαν τοῖς ὑοῖς προστάντες τῆς παιδείας | |
αὐτῶγ καλῶς καὶ σωφρόνως· ἀναγορεῦσαι δὲ τοὺς | |
στεφάνους τούτους ἔν τε τοῖς ἀγῶσιν 〚— — c.12 — —〛, | |
50 | ὡσαύτως δὲ καὶ ἐν οἷς ὁ βασιλεὺς Εὐμένης μετά τε τῶν |
ἀδελφῶν καὶ τοῦ δήμου τοῦ Περγαμηνῶν, κατὰ ταὐτὰ δὲ | |
καὶ ἐν οἷς ὁ βασιλεὺς Ἀντίοχος ἐπὶ Δάφνει θ̣ήσει, καθάπε[ρ] | |
αὐτοῖς ἔθος ἦν· ἵνα δὲ καὶ τὸ ὑπόμνημα διαμένει συμφ̣αν̣ὲ̣[ς] | |
εἰς τὸν αἰώνιογ χρόνον, ἀναγράψαι τόδε τὸ ψήφισμα εἰς στήλας | |
55 | λιθίνας καὶ στῆσαι τὴμ μὲν ἐν ἀγορᾶι παρὰ τὰς εἰκόνας τὰς |
τοῦ βασιλέως Ἀντιόχου, τὴν δὲ ἐν τῶι ἱερῶι τῆς Νικηφόρου | |
Ἀθηνᾶς, τὴν δὲ ἐν τῶι ἐπὶ Δάφνει τοῦ Ἀπόλλωνος ἱερῶι· | |
τῆς δὲ διαποστολῆς αὐτοῦ πρός τε τὸμ βασιλέα καὶ τὴ[μ] | |
μητέρα καὶ τοὺς ἀδελφοὺς ἐπιμεληθῆναι τοὺς στρατηγ[ούς], | |
60 | ὅπως ἐπιμελῶς γένηται καὶ τὴν ταχίστην. |
vacat |