Athenian decree in honor of Eumenes II and his brothers. Two non-joining fragments of a stele of white marble. Non-stoich. c. 32-40.
[ ]
Mysia — Pergamon — shortly after 175 BC — IvPergamon 160 — OGIS I 248 w. Add. p. 655 — H. Kotsidu, Time kai Doxa (2000) 75, KNr. 26
See also:
| frg. a | vacat |
| [— — — — — — —]Λ̣ΕΤΕ[— — — — — — — — —] | |
| [ἐπεὶ βασιλεὺς Εὐμ]έ̣νη̣[ς — — — — — — — — —] | |
| lacuna | |
| frg. b.3 | [— — — — — — — — — — — — — —] ἀρχ̣ο̣[— c.3 —] |
| [— — — — — — — — — — — —]γως ὑπαρξ[— c.3 —] | |
| 5 | [— — — — — — — — — — —] ν̣εώτερον φιλε̣[ῖν] |
| [— — — — — — — — — — — ἐ]κ̣ τοῦ πατρὸς [․․] | |
| [— — — — — — ποιούμ]ενος τὴν ἀναστροφὴ̣[ν] | |
| [— — — — — — —]ΩΣ εἰς σύσστασιν ἧι θελ̣[․․] | |
| [— — — — — —] καὶ ἀδελφοῦ πέμπτου τὰ Ε[․․] | |
| 10 | [— — — — — — μ]ε̣τ̣αλλάξαντος Σελεύκου [καὶ] |
| [τῆς συμφορ]ᾶς παρακαλούσης θεωροῦντες | |
| [— c.5 — τ]ὸγ καιρὸμ παραδιδόντα πρὸς τὸ κατα- | |
| [θέσ]θαι χάριγ καὶ εὐεργεσίαν, πάντα πάρεργα | |
| τ̣ἆλλα ποιησάμενοι καὶ ἑαυτοὺς ἐπέχρησαν καὶ | |
| 15 | μέχρι τῶν ὁρίων τῆς ἰδίας βασιλείας συμπρο- |
| ελθόντες καὶ χρήμασι χορηγήσαντες καὶ | |
| δυνάμεις παρασκευάσαντες καὶ τῶι διαδήματι | |
| μετὰ τῆς ἄλλης κατασκευῆς κοσμήσαντες | |
| ὡς καθῆκεν καὶ βουθ̣υτήσαντες καὶ πίστεις | |
| 20 | ποιησάμενοι πρὸς ἀλλήλους μετὰ πάσης εὐνοίας |
| καὶ φιλοστοργίας ἀξιολόγως συγκατέστησαν ἐπὶ τὴμ̣ | |
| πατρώιαν ἀρχὴν τὸμ βασιλέα Ἀντίοχον· ὅπως ἂν οὖν̣ | |
| ὁ δῆμος ἐγ χάριτος ἀποδόσει φαίνηται πρωτεύων̣ | |
| καὶ τοὺς ἑαυτὸν καὶ τοὺς φίλους εὐεργετοῦντας̣ | |
| 25 | ἀπαρακλήτους φανερὸς εἶ τιμῶν καὶ τὰ καλὰ τῶν̣ |
| ἔργων εἰς ἀΐδιομ μνήμην ἀνάγων καὶ νῦν καθάπερ̣ | |
| καὶ πρότερον, ἀγαθεῖ τύχηι, δεδόχθαι τεῖ βουλεῖ· | |
| τοὺς λαχόντας προέδρους εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν | |
| χρηματίσαι περὶ τούτων, γνώμην δὲ ξυμβάλλεσθαι | |
| 30 | τῆς βουλῆς εἰς τὸν δῆμον, ὅτι δοκεῖ τεῖ βουλεῖ |
| ἐπαινέσαι τὸμ βασιλέα Εὐμένη βασιλέως Ἀττά[λου] | |
| καὶ βασιλίσσης Ἀπολλωνίδος καὶ στεφανῶσαι χρυσ[ῶι] | |
| στεφάνωι ἀριστε<ί>ωι κατὰ τὸν νόμον ἀρετῆς ἕνεκεν | |
| καὶ εὐνοίας καὶ καλοκἀγαθίας, ἣν ἀπεδείξατο | |
| 35 | πᾶσιν ἀνθρώποις σπεύσας ὑπὲρ τοῦ βασιλέως Ἀντιόχου |
| καὶ συγκαταστήσας αὐτὸν εἰς τὴν τῶμ προγόνων ἀ̣ρχ̣ή̣[ν]· | |
| κατὰ ταὐτὰ δὲ στεφανῶσαι καὶ Ἄτταλον, ὅτι μετὰ τοῦ | |
| ἀδελφοῦ Εὐμένους πάντα συνέπραξεν ἀόκνως | |
| καὶ φιλοκινδύνως· ἐπαινέσαι δὲ καὶ τοὺς ἀδελφοὺς | |
| 40 | αὐτῶν Φιλέταιρον καὶ Ἀθ̣ήναιον καὶ στεφανῶσαι χρυσῶι |
| στεφάνωι ἑκάτερον αὐτῶν εὐνοίας ἕνεκεν καὶ | |
| φιλοτιμίας, ἣμ παρέσχοντο κατὰ τὴγ κάθοδον τοῦ | |
| βασιλέως Ἀντιόχου· ἐπαινέσαι δὲ καὶ τοὺς γονεῖς | |
| αὐτῶν, τόν τε βασιλέα Ἄτταλον καὶ τὴμ βασίλισσαν | |
| 45 | Ἀπολλωνίδα, καὶ στεφανῶσαι χρυσῶι στεφάνωι |
| ἀριστείωι ἀρετῆς ἕνεκεν καὶ καλοκἀγαθίας, | |
| ἣμ περιεποίησαν τοῖς ὑοῖς προστάντες τῆς παιδείας | |
| αὐτῶγ καλῶς καὶ σωφρόνως· ἀναγορεῦσαι δὲ τοὺς | |
| στεφάνους τούτους ἔν τε τοῖς ἀγῶσιν 〚— — c.12 — —〛, | |
| 50 | ὡσαύτως δὲ καὶ ἐν οἷς ὁ βασιλεὺς Εὐμένης μετά τε τῶν |
| ἀδελφῶν καὶ τοῦ δήμου τοῦ Περγαμηνῶν, κατὰ ταὐτὰ δὲ | |
| καὶ ἐν οἷς ὁ βασιλεὺς Ἀντίοχος ἐπὶ Δάφνει θ̣ήσει, καθάπε[ρ] | |
| αὐτοῖς ἔθος ἦν· ἵνα δὲ καὶ τὸ ὑπόμνημα διαμένει συμφ̣αν̣ὲ̣[ς] | |
| εἰς τὸν αἰώνιογ χρόνον, ἀναγράψαι τόδε τὸ ψήφισμα εἰς στήλας | |
| 55 | λιθίνας καὶ στῆσαι τὴμ μὲν ἐν ἀγορᾶι παρὰ τὰς εἰκόνας τὰς |
| τοῦ βασιλέως Ἀντιόχου, τὴν δὲ ἐν τῶι ἱερῶι τῆς Νικηφόρου | |
| Ἀθηνᾶς, τὴν δὲ ἐν τῶι ἐπὶ Δάφνει τοῦ Ἀπόλλωνος ἱερῶι· | |
| τῆς δὲ διαποστολῆς αὐτοῦ πρός τε τὸμ βασιλέα καὶ τὴ[μ] | |
| μητέρα καὶ τοὺς ἀδελφοὺς ἐπιμεληθῆναι τοὺς στρατηγ[ούς], | |
| 60 | ὅπως ἐπιμελῶς γένηται καὶ τὴν ταχίστην. |
| vacat |