| frg. A.1 | [ἐπὶ πρυτάνεως Με]λ̣ετε[ῶνος· ἔδοξεν τῶι δήμωι]· |
| [ἐπεὶ βασιλεὺς Εὐμ]έ̣νη̣[ς — — — — — — — — — —] | |
| frg. B.1 | [— — — — — — — — — — — — —] ἀρχ̣ο̣[․․․․․] |
| [— — — — — — — — — — — — —]․γως ὑπαρξ[․․․․] | |
| [— — — — — — — — — — —] ν̣εώτερον φιλε̣[ῖν(?)] | |
| [— — — — — — — — — ἐ]κ̣(?) τοῦ πατρὸς [․․] | |
| 5 | [— — — — — — ποιούμ(?)]ενος τὴν ἀναστροφὴ̣[ν] |
| [— — — — — — — — — —]ως εἰς σύσστασιν ἧι θελ̣ | |
| [— — — — — — — —] καὶ ἀδελφοῦ πέμπτου τὰ ε[․․] | |
| [— — — — — — μ]ε̣τ̣αλλάξαντος Σελεύκου [καὶ] | |
| [τῆς συμφορ]ᾶς παρακαλούσης θεωροῦντες | |
| 10 | [πόρον τ]ὸγ καιρὸμ παραδιδόντα πρὸς τὸ κατα- |
| [θέσ]θαι χάριγ καὶ εὐεργεσίαν, πάντα πάρεργα | |
| τ̣ἆλλα ποιησάμενοι καὶ ἑαυτοὺς ἐπέχρησαν καὶ | |
| μέχρι τῶν ὁρίων τῆς ἰδίας βασιλείας συμπρο- | |
| ελθόντες καὶ χρήμασι χορηγήσαντες καὶ | |
| 15 | δυνάμεις παρασκευάσαντες καὶ τῶι διαδήματι |
| μετὰ τῆς ἄλλης κατασκευῆς κοσμήσαντες | |
| ὡς καθῆκεν καὶ βουθ̣υτήσαντες καὶ πίστεις | |
| ποιησάμενοι πρὸς ἀλλήλους μετὰ πάσης εὐνοίας | |
| καὶ φιλοστοργίας ἀξιολόγως συγκατέστησαν ἐπὶ τὴμ̣ | |
| 20 | πατρώιαν ἀρχὴν τὸμ βασιλέα Ἀντίοχον. ὅπως ἂν οὖν̣ |
| ὁ δῆμος ἐγ χάριτος ἀποδόσει φαίνηται πρωτεύων̣ | |
| καὶ τοὺς ἑαυτὸν καὶ τοὺς φίλους εὐεργετοῦντας̣ | |
| ἀπαρακλήτους φανερὸς εἶ τιμῶν καὶ τὰ καλὰ τῶν̣ | |
| ἔργων εἰς ἀΐδιομ μνήμην ἀνάγων καὶ νῦν καθάπερ̣ | |
| 25 | καὶ πρότερον· ἀγαθεῖ τύχηι δεδόχθαι τεῖ βουλεῖ |
| τοὺς λαχόντας προέδρους εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν | |
| χρηματίσαι περὶ τούτων, γνώμην δὲ ξυμβάλλεσθαι | |
| τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τεῖ βουλεῖ | |
| ἐπαινέσαι τὸμ βασιλέα Εὐμένη βασιλέως Ἀττά[λου] | |
| 30 | καὶ βασιλίσσης Ἀπολλωνίδος καὶ στεφανῶσαι χρυσ[ῶι] |
| στεφάνωι ἀριστέωι κατὰ τὸν νόμον ἀρετῆς ἕνεκεν | |
| καὶ εὐνοίας καὶ καλοκἀγαθίας, ἣν ἀπεδείξατο | |
| πᾶσιν ἀνθρώποις σπεύσας ὑπὲρ τοῦ βασιλέως Ἀντιόχου | |
| καὶ συγκαταστήσας αὐτὸν εἰς τὴν τῶμ προγόνων ἀ̣ρχ̣ή̣[ν]. | |
| 35 | κατὰ ταὐτὰ δὲ στεφανῶσαι καὶ Ἄτταλον, ὅτι μετὰ τοῦ |
| ἀδελφοῦ Εὐμένους πάντα συνέπραξεν ἀόκνως | |
| καὶ φιλοκινδύνως. ἐπαινέσαι δὲ καὶ τοὺς ἀδελφοὺς | |
| αὐτῶν Φιλέταιρον καὶ Ἀθ̣ήναιον καὶ στεφανῶσαι χρυσῶι | |
| στεφάνωι ἑκάτερον αὐτῶν εὐνοίας ἕνεκεν καὶ | |
| 40 | φιλοτιμίας, ἣμ παρέσχοντο κατὰ τὴγ κάθοδον τοῦ |
| βασιλέως Ἀντιόχου. ἐπαινέσαι δὲ καὶ τοὺς γονεῖς | |
| αὐτῶν, τόν τε βασιλέα Ἄτταλον καὶ τὴμ βασίλισσαν | |
| Ἀπολλωνίδα, καὶ στεφανῶσαι χρυσῶι στεφάνωι | |
| ἀριστείωι ἀρετῆς ἕνεκεν καὶ καλοκἀγαθίας, | |
| 45 | ἣμ περιεποίησαν τοῖς ὑοῖς προστάντες τῆς παιδείας |
| αὐτῶγ καλῶς καὶ σωφρόνως. ἀναγορεῦσαι δὲ τοὺς | |
| στεφάνους τούτους ἔν τε τοῖς ἀγῶσιν οἷς Λ̣Ν̣Λ̣Ι̣Ι̣Τ̣Ο̣, | |
| ὡσαύτως δὲ καὶ ἐν οἷς ὁ βασιλεὺς Εὐμένης μετά τε τῶν | |
| ἀδελφῶν καὶ τοῦ δήμου τοῦ Περγαμηνῶν, κατὰ ταὐτὰ δὲ | |
| 50 | καὶ ἐν οἷς ὁ βασιλεὺς Ἀντίοχος ἐπὶ Δάφνει θ̣ήσει, καθάπε[ρ] |
| αὐτοῖς ἔθος ἦν. ἵνα δὲ καὶ τὸ ὑπόμνημα διαμένει συμφ̣αν̣ὲ̣[ς] | |
| εἰς τὸν αἰώνιογ χρόνον, ἀναγράψαι τόδε τὸ ψήφισμα εἰς στήλας | |
| λιθίνας καὶ στῆσαι τὴμ μὲν ἐν ἀγορᾶι παρὰ τὰς εἰκόνας τὰς | |
| τοῦ βασιλέως Ἀντιόχου, τὴν δὲ ἐν τῶι ἱερῶι τῆς Νικηφόρου | |
| 55 | Ἀθηνᾶς, τὴν δὲ ἐν τῶι ἐπὶ Δάφνει τοῦ Ἀπόλλωνος ἱερῶι. |
| τῆς δὲ διαποστολῆς αὐτοῦ πρός τε τὸμ βασιλέα καὶ τὴ[μ] | |
| μητέρα καὶ τοὺς ἀδελφοὺς ἐπιμεληθῆναι τοὺς στρατηγ[ούς], | |
| ὅπως ἐπιμελῶς γένηται καὶ τὴν ταχίστην. |
IvP I
160