Honorific decree for the prytaneis of Antigonis. Fragment of a stele of gray marble, broken at the top and bottom. Non-stoich. c. 46.
[ ]
Attica — Athens — Agora — 213/2 BC — Hesperia 23 (1954) 236, 7 — SEG 14.68 — Agora XV 135
See also:
| 1 | [ἐπὶ Εὐφιλ]ήτου ἄρχοντος, ἐπὶ τῆς 〚Ἀν[τιγονίδος〛 δευτέρας πρυ]- |
| [τανεί]ας, ἧι Ἀρίστων Θεοδώρου Ῥαμν̣[ούσιοςXII ἐγραμμάτευεν]· | |
| [ψη]φίσματα δήμου· Μεταγειτνιῶνος ἕκ[τει ἐπὶ δέκα, δευτέ]- | |
| ραι ἐνβολίμωι· μιᾶι καὶ εἰκοστεῖ τῆς πρυτα[νείας· ἐκκλησία] | |
| 5 | ἐν τῶι θεάτρωι· τῶν προέδρων ἐπεψήφιζεν Παρμ[— — c.10 — —] |
| μηνίου Λαμπτρεὺς καὶ συνπρόεδροι· Σωστρατῖν[ος — c.6 —]- | |
| νου Μελιτεὺς εἶπεν· ὑπὲρ ὧν ἀπαγγέλλουσιν οἱ πρυ[τάνεις] | |
| 〚[τῆς Ἀντιγονίδος]〛 ὑπὲρ τῶν θυσιῶν, ὧν ἔθυον τὰ πρὸ τ[ῶν ἐκκλη]- | |
| σιῶν τῶι τε Ἀπόλλωνι τῶι Προστατηρίωι καὶ τεῖ Ἀρτέμιδι τε[ῖ] | |
| 10 | Βουλαίαι καὶ τοῖς ἄλλοις θεοῖς, οἷς πάτριον ἦν, ἀγαθεῖ τύχει, δ[ε]- |
| δόχθαι τῶι δήμωι· τὰ μὲν ἀγαθὰ δέχεσθαι τὰ γεγονότα ἐν τοῖς ἱε[%⁸⁰]- | |
| ροῖς, οἷς ἔθυον ἐφ’ ὑγιείαι καὶ σωτηρίαι τῆς βουλῆς καὶ τοῦ δήμου· | |
| ἐπειδὴ δὲ οἱ πρυτάνεις τάς τε θυσίας ἔθυσαν ἁπάσας, ὅσαι καθῆ- | |
| κον ἐν τῆι πρυτανείαι καλῶς καὶ φιλοτίμως, ἐπιμεμέληνται δὲ καὶ v | |
| 15 | τῆς συλλογῆς τῆς τε βουλῆς καὶ τοῦ δήμου καὶ τῶν ἄλλων πάντων, |
| ὧν αὐτοῖς προσέταττον οἵ τε νόμοι καὶ τὰ ψηφίσματα τοῦ δήμου· | |
| ἐπαινέσαι τοὺς πρυτάνεις 〚[τῆς Ἀντιγονίδος]〛 καὶ στεφανῶσαι v | |
| χρυσῶι στεφάνωι κατὰ τὸν νόμον εὐσεβείας ἕνεκα τῆς πρὸς vv | |
| τοὺς θεοὺς καὶ φιλοτιμίας τῆς εἰς τὴν βουλὴν καὶ τὸν δῆμον | |
| 20 | τὸν Ἀθηναίων· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμματέα τὸ[ν] |
| κατὰ πρυτανείαν ἐσστήληι λιθίνηι καὶ στῆσαι ἐν τῶι πρυτα- | |
| νικῶι· εἰς δὲ τὴν ἀναγραφὴν τῆς στήλης καὶ τὴν ἀνάθεσιν μερί̣- | |
| σαι τοὺς ἐπὶ τεῖ διοικήσει τὸ γενόμενον ἀνάλωμα. | |
| cit. 1.24 | ἡ βουλὴ |
| 25 | Ξενόφιλον |
| vacat | |
| 26 | Παιανιέα |
| cit. 2.27 | ἡ βουλή, |
| ὁ δῆμος | |
| τοὺς πρυ- | |
| 30 | τάνεις |
| cit. 3.31 | ἡ βουλὴ |
| τὸν γραμματέα | |
| Ἁγνόθε̣[ον] | |
| [— — — —] | |
| [— — — — — — — — — — — — — — — — — — — — —] |