| 1 | [ἐπὶ Εὐφιλ]ήτου ἄρχοντος ἐπὶ τῆς 〚[Ἀν[τιγονίδος]〛 δευτέρας πρυ]- |
| [τανεί]ας ἧι Ἀρίστων Θεοδώρου Ῥαμν[ούσιος ἐγραμμάτευεν]· | |
| [ψη]φίσματα δήμου· Μεταγειτνιῶνος ἕκ[τει ἐπὶ δέκα δευτέ]- | |
| ραι ἐνβολίμωι, μιᾶι καὶ εἰκοστεῖ τῆς πρυτα[νείας· ἐκκλησία] | |
| 5 | ἐν τῶι θεάτρωι· τῶν προέδρων ἐπεψήφιζεν Παρμ[— — c.10 — —] |
| μ̣ηνίου Λαμπτρεὺς καὶ συνπρόεδροι· Σωσπρατῖν[ος — c.6 —] | |
| νου Μελιτεὺς εἶπεν· ὑπὲρ ὧν ἀγγέλλουσιν οἱ πρυ[τάνεις] | |
| 〚[τῆς Ἀντιγονίδος]〛 ὑπὲρ τῶν θυσιῶν ὧν ἔθυον τὰ πρὸ τ[ῶν ἐκκλη]- | |
| σιῶν τῶι τε Ἀπόλλωνι τῶι Προστατηρίωι καὶ τεῖ Ἀρτέμιδι τε[ῖ] | |
| 10 | Βουλαίαι καὶ τοῖς ἄλλοις θεοῖς οἷς πάτριον ἦν, ἀγαθεῖ τύχει δ[ε]- |
| δόχθαι τῶι δήμωι· τὰ μὲν ἀγαθὰ δέχεσθαι τὰ γεγονότα ἐν τοῖς ἱε%⁸⁰- | |
| ροῖς οἷς ἔθυον ἐφ’ ὑγιείαι καὶ σωτηρίαι τῆς βουλῆς καὶ τοῦ δήμου, | |
| ἐπειδὴ δὲ οἱ πρυτάνεις τάς τε θυσίας ἔθυσαν ἁπάσας ὅσαι καθῆ- | |
| κον ἐν τῆι πρυτανείαι καλῶς καὶ φιλοτίμως, ἐπιμεμέληνται δὲ καὶ v | |
| 15 | τῆς συλλογῆς τῆς τε βουλῆς καὶ τοῦ δήμου καὶ τῶν ἄλλων πάντων |
| ὧν αὐτοῖς προσέταττον οἵ τε νόμοι καὶ τὰ ψηφίσματα τοῦ δήμου, | |
| ἐπαινέσαι τοὺς πρυτάνεις 〚[τῆς Ἀντιγονίδος]〛 καὶ στεφανῶσαι v | |
| χρυσῶι στεφάνωι κατὰ τὸν νόμον εὐσεβείας ἕνεκα τῆς πρὸς vv | |
| τοὺς θεοὺς καὶ φιλοτιμίας τῆς εἰς τὴν βουλὴν καὶ τὸν δῆμον | |
| 20 | τὸν Ἀθηναίων· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμματέα τὸ[ν] |
| κατὰ πρυτανείαν ἐς στήληι λιθίνηι καὶ στῆσαι ἐν τῶι πρυτα- | |
| νικῶι· εἰς δὲ τὴν ἀναγραφὴν τῆς στήλης καὶ τὴν ἀνάθεσιν μερί- | |
| σαι τοὺς ἐπὶ τεῖ διοκήσει τὸ γενόμενον ἀνάλωμα vacat | |
| col. I.24 | ἡ βουλή |
| 25 | Ξενόφιλον |
| vacat | |
| Παιανιέα | |
| col. II.28 | ἡ βουλή |
| ὁ δῆμος | |
| 30 | τοὺς πρυ- |
| [τά]νεις | |
| col. III.32 | ἡ βουλή |
| τὸν γραμματέα | |
| Ἁγνόθε[ον] | |
| 35 | [— — — — —] |
Agora XV
135