Dedication of a statue for L. Memmius, altar-priest of Thorikos. Large base of white marble, broken at the back; lines 14-16 partially in rasura.
| 1 | ἡ πόλις |
| Λ(ούκιον) ∙ Μέμμιον ἐπὶ βωμῶι Θορίκιον ❦ | |
| τ̣ὸν ἀπὸ δᾳδούχων καὶ ἀρχόντων | |
| καὶ στρατηγῶν καὶ ἀγωνοθετῶν, | |
| 5 | τὸν καὶ αὐτὸν μετὰ τῶν ἄλλων ἀρχῶν |
| καὶ λιτουργιῶν ἄρξαντα τὴν ἐπώ- | |
| νυμον ἀρχὴν καὶ στρατηγὸν ἐπὶ τὰ | |
| ὅπλα καὶ ἐπιμελητὴν γυμνασιαρχίας | |
| θεοῦ Ἁδριανοῦ καὶ ἀγωνοθέτην τρίς, | |
| 10 | πρεσβευτήν τε πολλάκις περὶ τῶν με- |
| γίστων ∶ ἐν οἷς καὶ περὶ γερουσίας μυή- | |
| σαντα παρόντος θεοῦ Ἁδριανοῦ, | |
| μυήσαντα θεὸν Λούκιον Οὐῆρον | |
| <⁶¹Ἀρμενιακὸν Παρθικὸν>⁶¹ καὶ Αὐτοκράτορας | |
| 15 | Μ(ᾶρκον) Αὐρήλιον Ἀντωνῖνον <⁶¹καὶ Μ(ᾶρκον) ∙ Αὐρήλιον>⁶¹ |
| <⁶¹Κόμμοδον>⁶¹ Γερμανικοὺς Σαρματικούς, | |
| [λ]ιτουργήσαντα τοῖν Θεοῖν ∙ ἔτεσι νϛ, τὸν | |
| [ἀ]π̣’ ἀρχιερέων τὸν φιλόπατριν. |