Metrical dedication of a statue for (Isidote), daughter of Isaios, hierophantis. Base of white (“Pentelic”) marble.
[ ]
Attica — Eleusis — 176-192 AD — IG II² 3632 — Hesperia Suppl. 8 (1949) 248, 1
See also:
| 1 | ἀγαθῆι ❦̣ τύχηι |
| πυροφόρου Δήμητρος ὑπείροχον ἱερό- | |
| φαντιν | |
| πολλὸν ἐπ’ εὐσεβίῃ κῦδος ἀειραμένην | |
| 5 | Ἑλλάδος εὐρυχόρου πρῶτ<η>ν γένος |
| Ἀντολίης τε | |
| ἔγγονον Εἰσαίου τοῦ σοφίαις ὑπάτου, | |
| ὃς δὴ καὶ βασιλῆος ἀμύμονος Ἁδριανοῖο | |
| μουσάων ἀγαθὴν εἶχε διδασκαλίην· | |
| 10 | Εἰσαίου δὲ θύγατρα μεγαινήτοιο καὶ αὐτοῦ |
| ἔξοχον ἔν τ’ ἀρεταῖς ἔν τε σαοφροσύναις, | |
| ἣν καὶ ἀμειβομένη Δηὼ μακάρων ἐπὶ | |
| νήσσους | |
| ἤγαγε παντοίης ἐκτὸς ἐπωδυνίης· | |
| 15 | δῶκε δέ οἱ θάνατον γλυκερώτερον ἡδέο[ς] |
| ὕπνου | |
| πάγχυ καὶ Ἀργείων φέρτερον ἠιθέων. | |
| ἥ τε καὶ Ἀντωνῖνον ὁμοῦ Κομμόδῳ | |
| βασιλῆας | |
| 20 | ἀ̣ρχομένη τελετῶν ἔστεφε μυστιπόλους. |
| τὴν μὲν ἄρα ψήφῳ μὲν Ἄρηϊ φίλη θέτο | |
| βουλή, | |
| εἰκόνα δ’ ἠγαθέην ἐκτελέσαντο νέην | |
| Εὐνίκη τε φίλη θυγάτηρ ὗές τε θυγατρός | |
| 25 | Ζωιλίδαι μητρὸς μητέρα θεσπεσίην |
| Κ̣άλλαισχρος καὶ Γλαῦκος ἐν εἰκόνι κυδαίνοντες, | |
| ἣν καὶ Δημήτηρ ὤπασεν ἀθανάτοις. |