Honorific decree for Theotimides, son of Theophilos, of Macedonia. Stele of white marble with crown molding.
[ ]
Aeg. Islands — Samos Isl. — Heraion — shortly after 306 BC — MDAI(A) 44 (1919) 11, 5 M — SEG 1.351
See also:
vacat 0,03 | |
Θεοτιμίδηι Θεοφίλου Μακεδόνι· | |
vacat 0,155 | |
2 | ἔδοξε τῶι δήμωι, Νανίσκος Ἐπιγένους |
εἶπεν· ἐπειδὴ Θεοτιμίδης Θεοφίλου | |
Μακεδὼν ἔν τε τῆι φυγῆι διατρίβων | |
5 | παρ’ Ἀντιγόνωι χρήσιμον ἑαυτὸν |
παρείχετο τῶι δήμωι καὶ νῦν ἰδίαι τε | |
τοῖς ἐντυγχάνουσι τῶμ πολιτῶν | |
χρήσιμος ὢν διατελεῖ καὶ κοινῆι τῆι | |
πόλει, δεδόχθαι τῶι δήμωι· ἐπαινέσαι | |
10 | τε Θεοτιμίδην εὐνοίας ἕνεκε καὶ προθυ- |
μίας ἣν ἔχει περὶ τὸν δῆμον τὸν Σαμί- | |
ων, καὶ ἀναγράψαι αὐτὸν πρόξενον καὶ | |
εὐεργέτην τοῦ δήμου, δεδόσθαι δὲ | |
αὐτῶι καὶ πολιτείαν ἐφ’ ἵσηι καὶ ὁμοίαι καὶ | |
15 | αὐτῶι καὶ ἐγγόνοις καὶ ἐπικληρῶσαι |
αὐτὸν ἐπὶ φυλὴν καὶ χιλιαστὺν καὶ | |
ἑκατοστὺν καὶ γένος καὶ ἀναγράψαι | |
καθότι καὶ τοὺς ἄλλους Σαμίους, εἶναι | |
δὲ αὐτῶι καὶ εἴσπλουν καὶ ἔκπλουν ἀσυ- | |
20 | λεὶ καὶ ἀσπονδεὶ καὶ ἐμ πολέμωι καὶ ἐν |
εἰρήνηι καὶ ἔφοδον ἐπὶ τὴν βουλὴν καὶ | |
τὸν δῆμον, ἐάν του δέηται, πρώτωι | |
μετὰ τὰ ἱερὰ καὶ τὰ βασιλικά, ἐπιμε- | |
λεῖσθαι δὲ καί, ἄν τι παραγγέλληι Θεο- | |
25 | τιμίδης, τούς τε στρατηγοὺς καὶ τοὺς |
πρυτάνεις ἀεὶ τοὺς ἐνεστηκότας, | |
τὸ δὲ ψήφισμα τόδε ἀναγράψαι ἐν στή- | |
ληι λιθίνηι καὶ στῆσαι εἰς τὸ ἱρὸν τῆς | |
Ἥρας, τὸν δὲ ταμίαν εἰς τὸ ἀνάλωμα | |
30 | ὑπηρετῆσαι. |
vacat 0,78 |