| 1 | Θεοτιμίδηι Θεοφίλου Μακεδόνι. |
| ἔδοξεν τῶι δήμωι, Νανίσκος Ἐπιγένους | |
| εἶπεν· ἐπειδὴ Θεοτιμίδης Θεοφίλου | |
| Μακεδὼν ἔν τε τῆι φυγῆι διατρίβων | |
| 5 | παρ’ Ἀντιγόνωι χρήσιμον ἑαυτὸν |
| παρείχετο τῶι δήμωι καὶ νῦν ἰδίαι τε | |
| τοῖς ἐντυγχάνουσι τῶμ πολιτῶν | |
| χρήσιμος ὢν διατελεῖ καὶ κοινῆι τῆι | |
| πόλει, δεδόχθαι τῶι δήμωι· ἐπαινέσαι | |
| 10 | τε Θεοτιμίδην εὐνοίας ἕνεκε καὶ προθυ- |
| μίας ἣν ἔχει περὶ τὸν δῆμον τὸν Σαμί- | |
| ων καὶ ἀναγράψαι αὐτὸν πρόξενον καὶ | |
| εὐεργέτην τοῦ δήμου, δεδόσθαι δὲ | |
| αὐτῶι καὶ πολιτείαν ἐφ’ ἴσηι καὶ ὁμοίαι καὶ | |
| 15 | αὐτῶι καὶ ἐγγόνοις καὶ ἐπικληρῶσαι |
| αὐτὸν ἐπὶ φυλὴν καὶ χιλιαστὺν καὶ | |
| ἑκατοστὺν καὶ γένος καὶ ἀναγράψαι | |
| καθότι καὶ τοὺς ἄλλους Σαμίους, εἶναι | |
| δὲ αὐτῶι καὶ εἴσπλουν καὶ ἔκπλουν ἀσυ- | |
| 20 | λεὶ καὶ ἀσπονδεὶ καὶ ἐμ πολέμωι καὶ ἐν |
| εἰρήνηι καὶ ἔφοδον ἐπὶ τὴν βουλὴν καὶ | |
| τὸν δῆμον ἐάν του δέηται πρώτωι | |
| μετὰ τὰ ἱερὰ καὶ τὰ βασιλικά, ἐπιμε- | |
| λεῖσθαι δὲ καὶ ἄν τι παραγγέλληι Θεο- | |
| 25 | τιμίδης τούς τε στρατηγοὺς καὶ τοὺς |
| πρυτάνεις ἀεὶ τοὺς ἐνεστηκότας. | |
| τὸ δὲ ψήφισμα τόδε ἀναγράψαι ἐν στή- | |
| ληι λιθίνηι καὶ στῆσαι εἰς τὸ ἱρὸν τῆς | |
| Ἥρας· τὸν δὲ ταμίαν εἰς τὸ ἀνάλωμα | |
| 30 | ὑπηρετῆσαι. |
Samos
65