Honorific decree for Theotimides, son of Theophilos, of Macedonia. Stele of white marble with crown molding.
[ ]
Aeg. Islands — Samos Isl. — Heraion — shortly after 306 BC — MDAI(A) 44 (1919) 11, 5 M — SEG 1.351
See also:
| vacat 0,03 | |
| Θεοτιμίδηι Θεοφίλου Μακεδόνι· | |
| vacat 0,155 | |
| 2 | ἔδοξε τῶι δήμωι, Νανίσκος Ἐπιγένους |
| εἶπεν· ἐπειδὴ Θεοτιμίδης Θεοφίλου | |
| Μακεδὼν ἔν τε τῆι φυγῆι διατρίβων | |
| 5 | παρ’ Ἀντιγόνωι χρήσιμον ἑαυτὸν |
| παρείχετο τῶι δήμωι καὶ νῦν ἰδίαι τε | |
| τοῖς ἐντυγχάνουσι τῶμ πολιτῶν | |
| χρήσιμος ὢν διατελεῖ καὶ κοινῆι τῆι | |
| πόλει, δεδόχθαι τῶι δήμωι· ἐπαινέσαι | |
| 10 | τε Θεοτιμίδην εὐνοίας ἕνεκε καὶ προθυ- |
| μίας ἣν ἔχει περὶ τὸν δῆμον τὸν Σαμί- | |
| ων, καὶ ἀναγράψαι αὐτὸν πρόξενον καὶ | |
| εὐεργέτην τοῦ δήμου, δεδόσθαι δὲ | |
| αὐτῶι καὶ πολιτείαν ἐφ’ ἵσηι καὶ ὁμοίαι καὶ | |
| 15 | αὐτῶι καὶ ἐγγόνοις καὶ ἐπικληρῶσαι |
| αὐτὸν ἐπὶ φυλὴν καὶ χιλιαστὺν καὶ | |
| ἑκατοστὺν καὶ γένος καὶ ἀναγράψαι | |
| καθότι καὶ τοὺς ἄλλους Σαμίους, εἶναι | |
| δὲ αὐτῶι καὶ εἴσπλουν καὶ ἔκπλουν ἀσυ- | |
| 20 | λεὶ καὶ ἀσπονδεὶ καὶ ἐμ πολέμωι καὶ ἐν |
| εἰρήνηι καὶ ἔφοδον ἐπὶ τὴν βουλὴν καὶ | |
| τὸν δῆμον, ἐάν του δέηται, πρώτωι | |
| μετὰ τὰ ἱερὰ καὶ τὰ βασιλικά, ἐπιμε- | |
| λεῖσθαι δὲ καί, ἄν τι παραγγέλληι Θεο- | |
| 25 | τιμίδης, τούς τε στρατηγοὺς καὶ τοὺς |
| πρυτάνεις ἀεὶ τοὺς ἐνεστηκότας, | |
| τὸ δὲ ψήφισμα τόδε ἀναγράψαι ἐν στή- | |
| ληι λιθίνηι καὶ στῆσαι εἰς τὸ ἱρὸν τῆς | |
| Ἥρας, τὸν δὲ ταμίαν εἰς τὸ ἀνάλωμα | |
| 30 | ὑπηρετῆσαι. |
| vacat 0,78 |