[ ]
Gallia Lugdunensis — Augustodunum (Autun) — 4th c. AD — IG XIV 2525 — M. Guarducci, EG IV (1978) 487, 1
See also:
1 | ἰχθύος ο[ὐρανίου θε]ῖον γένος, ἤτορι σεμνῷ |
χρῆσε. λαβὼ[ν πηγὴ]ν ἄμβροτον ἐν βροτέοις | |
θεσπεσίων ὑδάτ[ω]ν, τὴν σήν, φίλε, θάλπεο ψυχ[ὴν] | |
ὕδασιν ἀενάοις πλουτοδότου σοφίης. | |
5 | σωτῆρος ἁγίων μελιηδέα λάμβαν[ε βρῶσιν], |
ἔσθιε πινάων, ἰχθὺν ἔχων παλάμαις. | |
ἰχθῦ ἰχθ[ύ]β[ο]τ’, ἄρα Λιλαιώ, δέσποτα σῶτερ, | |
εὖ εὕδοι μήτηρ, σὲ λιτάζομε, φῶς τὸ θανόντων. | |
Ἀσχάνδιε [πά]τερ, τὠμῷ κε[χα]ρισμένε θυμῷ, | |
10 | σὺν μ[ητρὶ ⏕ – κἀδελφει]οῖσιν ἐμοῖσιν |
ι[⏕ – ⏕ – ⏕] μνήσεο Πεκτορίοιο. |