[ ] Gallia Lugdunensis — Augustodunum (Autun) — late 2nd-4th c. AD — EG 487 IV(1)
See also:
1 Ἰχθύος ∙ ο[ὐρανίου θε]ῖον ∙ γένος ∙ ἤτορι σεμνῷ
χρῆσε. λαβὼ[ν πηγὴ]ν ἄμβροτον ἐν βροτέοις
θεσπεσίων ὑδάτ[ω]ν, τὴν σήν, φίλε, θάλπεο ψυχ[ὴν]
ὕδασιν ἀενάοις πλουτοδότου σοφίης.
5 σωτῆρος ἁγίων μελιηδέα λάμβαν[ε βρῶσιν],
ἔσθιε πινάων, Ἰχθὺν ἔχων παλάμαις.
Ἰχθῦ ἰχθ[ύ]β[ο]τ’, ἄρα Λιλαιώ, δέσποτα σῶτερ,
εὖ εὕδοι μήτηρ, σὲ λιτάζομε, φῶς τὸ θανόντων.
Ἀσχάνδιε [πά]τερ, τὠμῷ κε[χα]ρισμένε θυμῷ,
10   σὺν μ[ητρὶ ⏕ – κἀδελφει]οῖσιν ἐμοῖσιν
    ι[⏕ – ⏕ – ⏕] μνήσεο Πεκτορίοιο.
Search Help
Contact Us