[ ] Gallia Lugdunensis — Augustodunum (Autun) — 4th c. AD — IG XIV 2525 — M. Guarducci, EG IV (1978) 487, 1
See also:
1 ἰχθύος ο[ὐρανίου θε]ῖον γένος, ἤτορι σεμν
χρῆσε. λαβὼ[ν πηγὴ]ν ἄμβροτον ἐν βροτέοις
θεσπεσίων ὑδάτ[ω]ν, τὴν σήν, φίλε, θάλπεο ψυχ[ὴν]
ὕδασιν ἀενάοις πλουτοδότου σοφίης.
5 σωτῆρος ἁγίων μελιηδέα λάμβαν[ε βρῶσιν],
ἔσθιε πινάων, ἰχθὺν ἔχων παλάμαις.
ἰχθῦ ἰχθ[ύ]β[ο]τ’, ἄρα Λιλαιώ, δέσποτα σῶτερ,
εὖ εὕδοι μήτηρ, σὲ λιτάζομε, φῶς τὸ θανόντων.
Ἀσχάνδιε [πά]τερ, τὠμῷ  κε[χα]ρισμένε θυμῷ,
10     σὺν μ[ητρὶ ⏕ – κἀδελφει]οῖσιν ἐμοῖσιν
      ι[⏕ – ⏕ – ⏕] μνήσεο Πεκτορίοιο.
Search Help
Contact Us