Sacrificial calendar. Upper part of a pedimental stele of gray marble.
[ ]
Kos Isl. — Halasarna (Kardamaina) — Sanct. of Apollo — ca. 225-200 BC — SEG 45.1120 (mention) — The Hellenistic Polis of Kos (2004) 121-126 — Halasarna I (2004) 44, 6
See also:
| 1 | τάδε ἀνέγραψαν τοὶ ἄνδρες |
| τοὶ αἱρεθέντες, Νικόμαχος | |
| Τιμαινέτου, Ἀρίσταιχμος | |
| Ἀρισταρχίδα, Χαιρέδαμος | |
| 5 | Δαμοφῶντος, ἃ θύει ὁ ἱερεὺς |
| τοῦ Ἀπόλλωνος καθ’ ἕκαστον | |
| ἐνιαυτόν· μηνὸς Ὑακινθίου v | |
| δυωδεκάται, Ἱστίαι Φαμίαι οἶν | |
| ἔρσενα, τούτου ἀποφορὰ vvvvvv | |
| 10 | ἐς τιμαχεῖον· γυναιξὶν οὐχ ὅ{υ}%⁸⁰- |
| σια {²⁶ὅσια}²⁶ ⋮ Ἀπόλλωνι ἱερεῖον τέλεων, | |
| Ἱστίαι Τιμαχείαι ἱερεῖον· ⋮ ἐνάται | |
| πρὸ ἰκάδος, Ἀπόλλωνι τέλεων | |
| καὶ τελέαν· ταῦτα διαιρεῖται v | |
| 15 | τοῖς δαμόταις πᾶσιν· ⋮ Διοσκόροις |
| οἶν ἔρσενα· Διῒ Σωτῆρι οἶν ἔρσενα. | |
| Καρνείου ἐνάται ἱσταμένου, vvv | |
| Ἀφροδίται αἶγα· ⋮ διχομηνίαι, Ἀρτά- | |
| μιτι Ἀγροτέραι ἱερε<ῖ>ον· ⋮ Ἑκάται v | |
| 20 | Στρ̣ατίαι αἶγα τελείαν· ⋮ ἑκκαιδε- |
| κάτ̣αι Διῒ Πολιεῖ ἐν Ἀγροπόλι οἶν | |
| τέλεων· Ἀθάναι Πολιάδι οἶν vv | |
| τελείαν, παρ’ ἐνιαυτὸν ἑκατέρωι | |
| τῶν θεῶν· τούτων οὐκ ἀποφορά· | |
| 25 | ἰκάδι, Ἑκάται Μελιτείναι ἱερεῖον· |
| Θευδαισίου ἑκκαιδεκάται, Ἀπόλλω- | |
| νι τέλεων καὶ τελείαν· ⋮ Λατοῖ ἱερε- | |
| [ῖον, Ἀρτά(?)]μ̣ι̣ Πυθηΐδι οἶν τελείαν· Δι- | |
| [ῒ Σωτῆρι, Ἀθά]ν̣αι Σωτείραι Ι | |
| 30 | [— — — — — — — — —]Φ̣Ε̣[—] |
| [— — — — — — — — — — —] |