Decree concerning the pledging of sacred vesssels. White marble stele with crown molding.
[ ]
Kos Isl. — Halasarna (Kardamaina) — Sanct. of Apollo — ca. 250 BC — The Hellenistic Polis of Kos (2004) 119-121 — Halasarna I (2004) 41, 5
See also:
| 1 | ἔδοξε τῶι δάμωι· Σύμμαχος καὶ |
| Ἀριστοφάνης ναποῖαι εἶπαν· μὴ | |
| ἐξέστω τῶι ἱερεῖ μηδὲ τοῖς | |
| τιμάχοις δανείσασθαι ἐπὶ τοῖς v | |
| 5 | ποτηρίοις μηδὲ τοῖς ἄλλοις σκεύεσι |
| τοῖς ὑπάρχουσι ἐν τῶι ἱερῶι τοῦ v | |
| Ἀπόλλωνος· μηδὲ δανείζεν μηθένα | |
| ἐπὶ τούτοις παρευρέσει μηδεμιᾶι· | |
| εἰ δέ τίς κα δανείσηται ἢ δανείσηι v | |
| 10 | παρὰ τὰ γεγραμμένα, ἀποτεισάτω v |
| ἕκαστος τῶν αἰτίων δραχμὰς πεντα- | |
| κισχιλίας ἱερὰς τοῦ Ἀπόλλωνος καὶ v | |
| ἁ ὑποθήκα ἄκυρος ἔστω καὶ ἐνθύμιον | |
| ἔστω τῶι δανείσαντι καὶ τῶι δανεισα- | |
| 15 | μένωι ὡς ἀδικεῦντι τὸν θεόν, εἴ κα μὴ |
| δανείζωνται τοὶ δαμόται οἷς μέτεστι | |
| τοῦ ἱεροῦ κατὰ ψάφισμα· vacat | |
| vacat 0,027 m. | |
| 18 | τὸ δὲ ψάφισμα τόδε ἀναγραψάντω εἰς |
| στάλαν λιθίναν καὶ ἀναθέντω vvvv | |
| 20 | ἐς τὸ ἱερόν. vacat |
| vacat |