[ ]
Lakonike — Gytheion — ca. 70 BC
| 1 | [— — — — — — — — — — — — — — — — — — — — —] |
| [— — — — — — — — — — — — — — — — — — —]#⁷ΠΑ | |
| [— — — — — — — — — — — — — — — — — — —]ει γρα | |
| [— — — — — — — — ἀναγραψάντων ἀντίγρ]αφον τού- | |
| 5 | [του τοῦ ψαφίσματος οἱ — — εἰς στάλαν] λ̣ιθίναν καὶ ἀ- |
| [ναθέντων εἰς τὸν ἐπιφανέστα]τ̣ο̣ν τ̣όπον τᾶς ἀγο- | |
| [ρᾶς· ἁ δὲ ἐπιγραφὰ ἅδε ἔστω· Ἀσ]κ̣λαπιοῦ ὑπουργὸς Δαμι- | |
| [άδας — — —κλέος Λακεδαιμό]νιος. | |
| vacat | |
| 9 | [ἐπεὶ Δαμιάδας — —κ]λέος Λακεδαιμόνιος ἰατ[ρ]ὸς ἀ- |
| 10 | [ποσταλέντων ποτ’] α̣ὐτὸν γραμμάτων, καθὼς ἐψάφι- |
| [στο, ὅπως ἥξ]ει ποθ’ ἁμὲ ἰατρεύσων, διὰ τὸ ὑπά[ρ]- | |
| [χειν αὐτὸν] ἔ̣ν τε τᾶι τέχναι οὐθενὸς δεύτερον κα- | |
| [τὰ τὸν β]ίον τε ἄριστον, τὰν μεγίσταν καταλογὰν̣ | |
| [ποιησάμε]ν̣ος τῶν τε ἀρχόντων καὶ τᾶς πόλεος ἁ- | |
| 15 | [μῶν παρε]γένετο ποθ’ ἁμὲ καὶ ἐργολαβήσας κα- |
| [θὼς παρε]κ̣λήθη ὑπὸ τοῦ δάμου, καὶ διετῆ χρόνον ἀ̣- | |
| [ναστρεφό]μ̣ενος παρ’ ἁμὲ ἔν τε τᾶι τέχναι τὰ δίκαι- | |
| [α ἐποίησ]ε τοῖς χρείαν ἔχουσιν, σπουδᾶς καὶ φιλο̣- | |
| [τιμίας οὐ]θὲν ἐλλείπων εἰς τὸ πᾶσιν ἴσος εἶναι κα[ὶ] | |
| 20 | [πένησι καὶ] πλουσίοις καὶ δούλοις καὶ ἐλευθέροις· |
| [καὶ ἐν τᾶι ἀ]ναστροφᾶι δὲ καὶ παρεπιδαμίαι, ἇι πεποί- | |
| [ηται, ἀπρόσ]κοφον α[ὐ]σαυτὸν διατετήρηκε ἄξιος γινό- | |
| [μενος τᾶς] τέχνας, ἇς μεταχειρίζεται, καὶ τᾶς ἰδίας | |
| [πατρίδος κ]αὶ τᾶς ἁμετέρας πόλεος, καὶ ἀνένκλητον | |
| 25 | [αὑτὸν ἐν] π̣ᾶσιν διατετήρηκεν, ἐλευθέριον πρὸς̣ [ἅ]- |
| [παντας κ]α̣ὶ δικαίαν τὰν ἀπάντησιν ποιούμενο[ς, κα]- | |
| [θὼς ἐπιβ]άλλει ἀνδρὶ σώφρονι καὶ πεπαιδευμ[ένωι]· | |
| [καὶ ἐ]πὶ Βιάδα δὲ Λαφρίωι θεωρῶν τὰν π[όλιν ἐξα]- | |
| [πορου]μέναν ἐν ταῖς εἰσφοραῖς ἐπανγ[είλατο] | |
| 30 | [τῶι δά]μ̣ωι δωρεὰν ἰατρεύσειν παρ’ ἁμὲ τ[ὸν λοι]- |
| [πὸν ἐνι]αυτόν, ὑπερμετρῶν ἁμὲ τοῖς δικ[αίοις] | |
| [καὶ τᾶς] καλοκαγαθίας καὶ τᾶς εἰς τὰν [πολιτεί]- | |
| [αν ἁ]μῶν εὐνοίας τε καὶ φιλοστο[ργίας τὰν] | |
| [μεγίσ]ταν ἀπόδειξιν διὰ πάντων ποιο[ύμενος· δι’] | |
| 35 | [ἃ ὁ δᾶ]μος ἀπευχαριστῶν ἐν πᾶσιν τοῖς [πεποι]- |
| [ημέ]ν̣οις Δαμιάδαι, κατειληφὼς εὔνο̣[υν αὐ]- | |
| [τὸν ὑπ]άρχοντα τᾶι πόλει ἁμῶν καὶ διὰ π[αντὸς ἀγα]- | |
| [θοῦ τι]νος παραίτιον γινόμενον ἔν τε τ[ᾶι τέχναι] | |
| [καὶ] ἐν παντὶ τῶι βίωι, πρόξενον αὐ̣[τὸν πε]- | |
| 40 | [ποί]η̣κε καὶ εὐεργέταν τᾶς πόλεος ἁ[μῶν καὶ] |
| [ὑπα]ρχέτω αὐτῶι γᾶς τε καὶ οἰκίας ἔν[κτησις] | |
| [καὶ] τὰ ἄλλα φιλάνθρωπα καὶ τίμια πά̣[ντα, ὅσα] | |
| [καὶ] τοῖς ἄλλοις προξένοις καὶ εὐεργέτα[ις τᾶς πό]- | |
| [λεω]ς ὑπάρχει· τὰν δὲ προξενίαν ταύ̣[ταν οἱ ἔφο]- | |
| 45 | [ροι ο]ἱ ἐπὶ στραταγοῦ Βιάδα ἀναγράψαν[τες εἰς] |
| [στ]ά̣λαν λιθίναν ἀναθέντων εἰς τὸν ἐ[πιφανέσ]- | |
| [τα]τ̣ον τᾶς ἀγορᾶς τόπον, ὅπως πᾶσιν̣ [φανερὸν ἦι] | |
| [τό τ]ε̣ Δαμιάδα καλοκαγαθίας καὶ εὐν̣[οίας τᾶς] | |
| [πό]λεως ἁμῶν εἰς τοὺς εὐεργέτας [ὑπόμνα]- | |
| 50 | μ̣α· εἰ δὲ μὴ ἀναθήσοντι οἱ ἔφοροι [ταύταν κα]- |
| θ̣ὼς γέγραπται, ὑπόδικοι ἔστωσαν̣ [Δαμιάδαι] | |
| καὶ ἄλλωι τῶι θέλοντι ποτὶ δραχμὰς δι[σχιλίας ἀδι]- | |
| [α]ιρέτους καὶ μὴ ἔστω προβόλιμος. |