[ ]
Lakonike — Gytheion — after 71/70 BC
| 1 | ἐπεὶ Νεμέριος καὶ Μάαρκος Κλοάτιοι Νεμερίου ὑοὶ Ῥωμαῖοι, |
| οἱ πρόξενοι καὶ εὐεργέται τᾶς πόλεος ἁμῶν, ἄνωθεν δια- | |
| τετέλεκαν τὰ δίκαια ποιοῦντες τᾶι τε πόλει καὶ κατ’ ἰδίαν | |
| τοῖς ἐντυνχάνουσιν αὐτοῖς τῶν πολιτᾶν σπουδᾶς καὶ φιλο- | |
| 5 | τιμίας οὐθὲν ἐνλείποντες, ὑπὲρ ὧν καὶ παρ’ αὐτοὺς τοὺς κα[ι]- |
| ροὺς ἁ πόλις εὐχαριστοῦσα μνείαν ποιησαμένα ταῖς κα[θη]- | |
| [κ]ούσαις αὐτοὺς ἐκόσμησεν τιμαῖς ἔν τε τῶι ἐπὶ Λαχάρεο[ς] | |
| [ἐ]νιαυτῶι καὶ ὅτε περὶ τοῦ πρώτου δανείου τὰν λύσιν ἐποιοῦν- | |
| [το], καὶ ἐν τῶι ἐπὶ Φα̣ήινου δὲ ἐνιαυτῶι, ὅτε περὶ τοῦ ἄλλου δα- | |
| 10 | νείου τοῦ τᾶν τρισχιλιᾶν καὶ ἐνακοσιᾶν ἑξήκοντα πέντε |
| δραχμᾶν, ἇν ἐδανείσατο ἁ πόλις ἐν τῶι ἐπὶ Δαμαρμένου | |
| ἐνιαυτῶι, λαβόντες ἐπὶ Μαρκιλίου κριτὰν Ἀθηναίων δᾶ- | |
| μον, παρακληθέντες ὑπὸ τῶν πολιτᾶν συνεχῶρησαν ὥσ- | |
| τε κομίσασθαι ὅσον ἔπεισαν αὐτοὺς οἱ πολῖται, καὶ ἐν τῶι | |
| 15 | ἐπὶ Βιάδα δὲ ἐνιαυτῶι, ὅτε ἰδίαν χάριν ἐξαιτησάμενοι |
| Πόπλιον τε Αὐτρώνιον καὶ Λεύκιον Μαρκίλιον ὄντας αὐτοῖς | |
| ξένους, οὓς καὶ ὑπεδέξαντο τοῖς ἰδίοις δαπανάμασιν, καὶ | |
| παρᾳτήσαντο τούς τε στρατιώτας καὶ τὰ λοιπὰ τὰ ἐπιτασ- | |
| σόμενα ὑπ’ αὐτῶν, ὄντα ἱκανά, δι’ ὧν ἐκούφισαν τὰν πόλιν ὁλο- | |
| 20 | σχερῶς χαρισαμένων αὐτοῖς τῶν προγεγραμμένων ἀνδρῶν, |
| εἰσδεδεγμένοι τέ εἰσιν εἰς τὰν τᾶς πόλεως χάριν κ̣αὶ συνυπό- | |
| λανψιν καὶ πλεονάκις πολλοὺς τῶν ἁγουμένων, Γάϊόν τε Ἰούλ[ι]- | |
| ον πρεσβευτὰν καὶ Πόπλιον Αὐτρώνιον πρεσβευτὰν καὶ Φούλβ- | |
| [ι]ον πρεσβευτάν, πάντα ταῦτα ποιοῦντες χάριν τᾶς πρὸς τὰν π[ό]- | |
| 25 | λιν καὶ τοὺς πολίτας εὐνοίας· ἐπιτάξαντός τε τᾶι πόλει ἁμῶν |
| Γαΐου Γαλλίου σῖτον καὶ Κοΐντου Ἀνχαρίου ἱμάτια κατὰ τὸ ἐπιβάλ- | |
| λον τᾶι πόλει ἁμῶν τὰν πᾶσαν σπουδὰν καὶ φιλοτιμίαν εἰσε- | |
| νενκάμενοι ἐνέτυχον, ἵνα μὴ δῷ ἁ ἁμετέρα πόλις, ἀλλὰ ἐλα- | |
| φρισθῆ, ὃ καὶ ἐπέτυχον, καὶ οὐκ εἰσηνένκαμεν, τῶν τε πολιτᾶν | |
| 30 | κατ’ ἰδίαν, ὅσοι αὐτοῖς ἐντέτευχαν ἤ τινα χρείαν εἴσχηκαν, τὰ |
| πάντα πᾶσιν πεποίηκαν ἀπροφασίστους αὑτοὺς παρεισχη- | |
| μένοι ἐν παντὶ καιρῶι, ἔν τε τῶι ἐπὶ Τιμοκράτεος ἐνιαυτῶι, | |
| [ὅ]τε Ἀντώνιος παρεγένετο, χρείαν ἐχούσας τᾶς πόλεως δι- | |
| αφόρων καὶ μηθενὸς ἄλλου θέλοντος συναλλάξαι ἐδάνει- | |
| 35 | σαν ἁμῖν δραχμὰς τετρακισχιλίας διακοσίας συναλλά- |
| γματος τόκου τετραδραχμιαίου, ὑπὲρ οὗ καὶ παρακληθέν- | |
| τες ὑπὸ τοῦ δάμου ἐν τῶι ἐπὶ Νικαρετίδα ἐνιαυτῶι εὐθυτο- | |
| κίαν δίδραχμον τ[ό]κον συνεχώρησαν καὶ ἐχαρίσαντο τᾶι | |
| πόλει ἀπὸ τοῦ ὀφειλομένου χρήματος ὑπὲρ χιλίας καὶ πεν- | |
| 40 | τακοσίας δραχμάς· δ̣[ιὰ] πάντα τὰ προγεγραμμένα ἔδοξε |
| τῶι δάμωι ἐν ταῖς μ̣[ε]γ̣[ά]λαις ἀπελλαῖς· ἐπαινέσαι Νεμέ- | |
| ριον καὶ Μάαρκον Κλοατίους Νεμερίου υἱοὺς Ῥωμαίους ἐπὶ | |
| πᾶσι τοῖς προγεγραμμένοις εἴς τε τὰν πόλιν καὶ τῶν ἰδιω- | |
| τᾶν το<ὺ>ς ἐντετευχό<τας> αὐτοῖς, καὶ ἐπὶ τᾶι εὐνοίαι, ἇι διατε- | |
| 45 | τέλεκαν ἔχοντες εἰς τὰν πόλιν ἁμῶν· εἶναι δὲ αὐτοῖς τὰ τί- |
| μια καὶ φιλάνθρωπα πάντα, ὅσα καὶ τοῖς ἄλλοις προξένοις | |
| [κ]αὶ εὐεργέταις τᾶς πόλεος ἁμῶν· προσκαλούντω δὲ α[ὐ]- | |
| τοὺς καὶ οἱ ἔφοροι <καὶ ἐκγόνους> αὐτῶν εἰς προεδρίαν {καὶ} ἀεὶ οἱ ἀντιτυν- | |
| χάνοντες ἐν πᾶσι τοῖς ἀγῶσιν, οἷς ἂν ποιῇ ἁ πόλις ἁμῶν, | |
| 50 | καὶ ἐξέστω αὐτοῖς ἐπικαθῆσθαι μετὰ τῶν ἐφόρων ἐν προ- |
| εδρίαι, ὅπως πᾶσι φανερὸν ἦι, ὅτι ἁ πόλις ἁμῶν τιμᾶι τοὺς ἀ- | |
| ξίους τῶν ἀνδρῶν· ἀναγραψάντω δὲ οἱ ἔφοροι οἱ ἐπὶ Νικα- | |
| ρετίδα τούτων τ̣[ῶν] φ[ι]λαν[θρώ]πων <ἀντίγραφον> εἰς στάλαν λιθίναν | |
| καὶ ἀναθέτωσαν εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος, ἐν ὧι ἂν τό- | |
| 55 | πωι α[ὐ]τ̣οῖς οἱ ἱερεῖς συνχωρήσωσιν· ἁ δὲ δαπάνα ἐκ τᾶς |
| πόλεως ἔστω. |