[ ]
Media — Avroman — 22/1 BC — JHS 35 (1915) 22-65
| 1 | βασιλεύοντος βασιλέων Ἀρσάκου Εὐεργέτου Δικαίου Ἐπιφανοῦς καὶ Φιλέλληνος, καὶ |
| βασιλισσῶν Ὀλεννειείρης, Κλ[εο]πάτρας, Βασείρτ[α]ς καὶ Βισθειβάναπος, ἔτους | |
| ἑνὸς ἐνενηκοστοῦ διακοσιοστοῦ, ἐν ὑπαρχείαι Βασιρ[αόροι]ς πρὸς σταθμῶι Δησακδὶς | |
| ἐν κώμηι Κωφάνει, ἐπὶ τῶν ὑπογεγραμμένων μαρτύρ[ων], ἐξωμολογήσατο καὶ συνε- | |
| 5 | γράψατο Ἀσπωμάκης Γαάκου ἔχειν παρὰ Δήνης Γαθάκου ἀργυρίου δραχ- |
| μὰς πεντήκοντα πέντε τιμήν, καὶ δεδωκέναι ἐν ψ[ειλο]φύτωι ἄμπελον τὴν ἐπικαλου- | |
| μένην Δαδβακαβὰγ σὺν εἰσόδωι καὶ ἐξόδωι καὶ ὕδασι τοῖς ὑπάρχουσι μετὰ | |
| τῶν συνκλήρων· ὅρια καὶ γειτνίαι ἀπὸ τῶν ἀνατολῶν μετὰ τῶν συνκλήρων | |
| καθὼς ἐν τ[ῆ]ι συνγραφῆι· τελέσουσι δὲ αἰεὶ κατ’ ἐνιαυτ[ὸ]ν σκέλος δραχμὴν μίαν, | |
| 10 | οἴνου κοτύλας δύο, ἄρτ[ω]ν καʹ, βοῦς πέντε, κρειθῶν δύο· ὑπ[έσχε]το δὲ μηδὲ τῶν προγε- |
| γραμμένων ἀθετήσειν, μήτε αὐτόν, μηδὲ τοὺς μεταλα[μβάνοντ]ας παρ’ αὐτοῦ τρόπωι μηδενί. | |
| Ἀραμάσδης Ἰωδαβοχθ<ο>υ, Μιραδάτης Μιραβανδάκου, Γερ[ίκ]ης Ἀρδήνου· κατέστησεν | |
| Ἀρθασθάτης Δαργήνου· |