[ ]
Media — Avroman — 88/7 BC — JHS 35 (1915) 22-65
| 1 | βασιλεύοντος βασιλέων Ἀρσάκου Εὐεργέτου Δικαίου Ἐπιφα- |
| νοῦς καὶ Φιλέλληνος, καὶ βασιλισσῶν Σιάκης τε τῆς ὁμοπατρίας | |
| αὐτοῦ ἀδελφῆς καὶ γυναικὸς καὶ Ἀρυαζάτης τῆς ἐπικαλουμένη[ς] | |
| Αὐτομὰ τῆς ἐγ βασιλέως μεγάλου Τιγράνου καὶ γυναικὸς αὐτ[οῦ] | |
| 5 | καὶ Ἀζάτης τῆς ὁμοπατρίας αὐτοῦ ἀδελφῆς καὶ γυναικός, ἔτους εκσʹ |
| μηνὸς Ἀπελλαίου, ἐν ὑπαρχείᾳ Βαισείροις πρὸς σταθμῷ Βαιθαβαρ- | |
| τοις ἐν κώμῃ Κωπάνει, ἐπὶ τῶν ὑπογεγραμμένων μαρτύρων, ἐξω- | |
| μολογήσατο καὶ συνεγράψατο Βαράκης καὶ Σωβήνης οἱ τοῦ Μαι- | |
| φόρρου υἱοί, εἰληφέναι παρα Γαθάκου τοῦ Οἰπάτου ἀργυρίου ἐπισή- | |
| 10 | μου δραχμὰς τριάκοντα, τειμὴν ἀμπέλου τῆς οὔσης ἐν κώμῃ |
| Κωπάνει τὴν ἐπονομαζομένην Δαδβακανράς, τὸ ἴδιον μέ- | |
| ρος, τὸ ἐπιβάλλον αὐτῷ μέρος παρὰ τῶν συνκλήρων μετὰ ὕδατος | |
| καὶ ἀκροδρύοις καρποφόροις τε καὶ ἀκάρποις καὶ εἰσόδῳ καὶ ἐξόδῳ | |
| καὶ τοῖς συνκύρουσιν εἰς αὐτὴν πᾶσιν· ἔστω τὸ ἓν μέρος Βαράκει κ[αὶ] | |
| 15 | τὸ ἓν μέρος Γαθάκει, ἐφ’ ᾧ παραλαβῶν ὁ δηλούμενος Γαθάκης |
| ἕξει τὴν ἀργυρώνητον ἄμπελον εἰς τὸν ἅπαντα χρόνον, αὐτός τε καὶ | |
| τὰ ἔγγονα αὐτοῦ, τελῶντες κατ’ ἐνιαυτὸν κοινῇ τὰ γεγραμμένα ἐν | |
| τῇ παλαιᾷ συνγραφῇ πάντα ἀπὸ πλήρους, καὶ μὴ ἐξέστω τῷ Βαρά- | |
| κει, μηδὲ τῷ ἀδελφῷ αὐτοῦ, μηδὲ τοῖς ἐγγόνοις αὐτῶν, μηδὲ ἄλ- | |
| 20 | λῳ μηθενὶ ὑπὲρ αὐτῶν, ἐγβαλεῖν τὸν Γαθάκην ἐκ τῆς ἀργυρωνή- |
| του ἀμπέλου, μήτε αὐτόν, μηδὲ τὰ [ἔγ]γο[ν]α α[ὐτοῦ]· ὃς ἂν δὲ ἐγβάλῃ, | |
| ἢ ἄλλου ἐγβαλλομένου μὴ καταστὰς διεξά[ξ]ῃ, καὶ μὴ καθα- | |
| ρὰ ποιήσῃ, [ἔ]σται ἄκυρος καὶ προσαποτείσ[ει ἣ]ν ἔλαβεν τει- | |
| μὴν διπλ[ῆν] καὶ ἄλλας ἐπιτείμου δραχμὰς [σ’ κα]ὶ τῷ βασιλεῖ τὰς | |
| 25 | ἴσας· ἐὰν [δὲ κ]αὶ ὁ Γαθάκης ὀλιγωρήσῃ τὴν [ἄμπε]λον καὶ μὴ ποι- |
| ήσῃ αὐτὴ[ν] ἔπαφον, ἀποτειννυέτω τὸ α[ὐτὸ ἐπί]τειμον· κα[ὶ] | |
| τὸ ὕδωρ παρα ὀγδόην ἡμέρας τὸ ἥμισυ καὶ [τῆς ἐ]παγωγῆς | |
| νυκτὸς τὸ ἥμισυ· μάρτυρες, Χοσστρόης Ὀρκαδάτου, [Ἀ]πάκης | |
| Ὑστροβώγου, Μει[ριδ]άτης Ὀχοβάγου. καὶ κρεῶν λ(ίτραι) εʹ, ἕλος αʹ, ἄρτων κ(οτύλαι) νʹ, | |
| 30 | βοῦς ηʹ, οἴνου κο(τύλαι) [βʹ καὶ] ἐνβάθρου δρ(αχμὴ) αʹ. |