[ ]
Caria — Mylasa (Milas) — 361/360 BC — CIG 2.2691d; LBW 378 — IK Mylasa I 2; McC. Myl. 113 — Syll.(3) 167b
| 1 | ἔτει τετρωκοστῶι καὶ πέμπτωι Ἀρταξέρξευς |
| βασιλεύοντος, Μαυσσώλλου ἐξαιθραπεύοντος· | |
| ἔδοξε Μυλασεῦσι, ἐκκλησίης κυρίης γενομένης, | |
| καὶ ἐπεκύρωσαν αἱ τρεῖς φυλαί· τοὺς Πελδέμω | |
| 5 | παῖδας, παρανομήσαντας ἐς τὴν εἰκόνα |
| τὴν Ἑκατόμνω, ἀνδρὸς πολλὰ καὶ ἀγαθὰ ποιήσαν- | |
| τος τὴμ πόλιν τὴμ Μυλασέων καὶ λόγωι καὶ ἔργωι, | |
| ἀδικεῖν καὶ τὰ ἱερὰ ἀναθήματα καὶ τὴμ πόλιν | |
| καὶ τοὺς εὐεργέτας τῆς πόλεως· ἀδικεῖν δὲ κατα- | |
| 10 | γνόντες ἐζημίωσαν δημεύσει τῆς οὐσίης, καὶ ἐπώ[λη]- |
| σαν τὰ κτήματα αὐτῶν δημοσίηι, ἐκτῆσθαι κυρίως | |
| τοῖς πριαμένοις, καὶ ἐπαρὰς ἐποιήσαντο περὶ τούτων | |
| μήτε προτιθέναι μήτε ἐπιψηφίζειν μηδένα· εἰ δέ τις | |
| ταῦτ[α πα]ραβαίνοι, ἐξώλη γίνεσθαι καὶ αυτὸν καὶ τοὺς | |
| 15 | ἐκείνου π[άν]τας. |