[ ]
Caria — Mylasa (Milas) — 355/4 BC — CIG 2.2691e; LBW 379 — IK Mylasa I 3; McC. Myl. 114 — Syll.(3) 167c
| 1 | ἔτει πέμπτωι Ἀρταξέρξευς βασιλεύοντος, |
| Μαυσσώλλου ἐξαιθραπεύον[τ]ος, Μανίτα τοῦ | |
| Πακτύω ἐπιβουλεύσαντος Μαυσσώλλωι τῶι Ἑκατόμνω | |
| ἐν τῶι ἱερῶι τοῦ Διὸς τοῦ Λαμβραύνδου, θυσίης ἐνιαυ- | |
| 5 | σίης καὶ πανηγύριος ἐούσης, καὶ Μαυσσώλλου μὲν |
| σωθέντος σὺν τῶι Διί, Μανίτα δὲ αὐτοῦ [τ]ὴν δίκην | |
| λαβόντος ἐν χειρῶν νόμωι, ἔγνωσαν Μυλασε[ῖ]ς παρη- | |
| νομημένου τοῦ ἱεροῦ καὶ Μαυσσώλλου τοῦ εὐερ- | |
| γέτεω ἔρευναν ποιήσασθαι, εἴ τις καὶ ἄλλος μετέ[σ]- | |
| 10 | χεν ἢ ἐκοινώνησεν τῆς πράξιος· ἐλεγκθέντος δὲ |
| καὶ Θύσσου τοῦ Σύσκω καὶ κριθέντος συναδικεῖν | |
| μετὰ Μανίτα, ἔδοξε Μυλασευσιν καὶ ἐπεκύρωσαν | |
| αἱ τρεῖς φυλαί· τὰ Μανίτα τοῦ Πακτύω καὶ Θύσσου | |
| τοῦ Σύσκω προστεθῆναι Μαυσσώλλωι· καὶ τὰ | |
| 15 | κτήματα ἐπώλησεν ἡ πόλις δημοσίῃ, ἐπαρὰς |
| ποιησαμένη, τούτων τὰς ὠνὰς τοῖς πριαμένοις | |
| κυρίας εἶναι, καὶ μήτε προτιθέναι μήτε ἐπιψηφίζειν | |
| μηδένα· εἰ δέ τις ταῦτα παραβαίνοι, ἐξώλη γίνε- | |
| σθαι καὶ αὐτὸν καὶ τοὺς ἐκείνου πάντας. |