[ ]
Phokis — Delphi — 277/6 BC? — FD 3:1.87
| 1 | [θ]εοί. |
| [ἐπ’] Ἀρισταγόρα ἄρχοντος ἐν Δελφοῖς, πυλαίας ἐαρινῆς, ἱερομνημονούντων Αἰτωλῶν [Πο]- | |
| λεμάρχου, Ἀλεξ̣α̣μενοῦ, Δάμωνος· Δελφῶν Ἐχύλλου, Ἐτεοκράτους· Φωκέων Μνασιθέου, [Ἀν]- | |
| [τι]φίλου· Βοιωτῶν Νέωνος, Νικοκλέους· Αἰνιάνων Τιμοκράτους, Εὐ[πε]ιθίδα· Ἰώνων Φω̣κ̣ί̣ω̣ν̣ο̣ς̣, | |
| 5 | [Σωσιβ]ίου· Δωριέων Βρύα, Ἀλεξιμάχου· Λοκρῶν Πανταξένου· ἔδοξεν τοῖς ἱερομνήμοσιν· [ἐπεὶ Νέων(?)] |
| Μενεστράτου Ἀργεῖος χρήσιμος γεγένηται τῶι θεῶι χρήματα μεμηνυκὼς καὶ ἐγδικασάμενος | |
| [ἱερ]ὰν δίκ[α]ν ε[ἰ]σέπραξε, εἶναι αὐτῶι προδικίαν καὶ ἐκγόνοις, ὅπως κα[ὶ εἰς τ]ὸν λο[ιπ]ὸν [χρόνον τῶι θεῶι] | |
| χρείαν παρέχηται καὶ εἰσπράσσηι τὰ τοῦ θεοῦ· ἐπισφραγίσασθαι δὲ αὐτῶι κα[ὶ κ]η[ρ]ύκειον ὅ[π]ω[ς] ἦι | |
| [καὶ ἀσ]φάλεια κατὰ τὸν νόμον. |