[ ]
Phokis — Delphi — 276/5 BC? — FD 3:1.88
| 1 | θε[οί]. |
| ἐπὶ Χαριξένου ἄρχοντος ἐν Δελφοῖς, πυλαίας ὀπωρινῆς, ἱερομνημονούντων Αἰτωλῶν Πολεμάρχου, Ἀλεξαμενοῦ, | |
| Δάμωνος· Δελφῶν Λαρισίου, Ἀριστείδα· Βοιωτῶν Νικοκλέος, Νέωνος· Αἰνιάνων Τιμοκράτους, Νικαίου· Φωκέων Μ[νασιθέου], | |
| Ἀντιφίλου· Ἀργείου Βρύα· Ἀθηναίου Ἀριστοκλέους· Ἐρετριέως Θεοκ[ρ]ίτου· Δωριέων Ἀλε[ξ]ιμάχου· [Λ]οκρῶν Πανταξένου· ἔδοξε τοῖς | |
| 5 | ἱερομνήμοσιν· ἐπειδὴ Βρύας καὶ Μενεκλῆς καὶ Ἀσκλαπιάδας Μενεστράτου καὶ Ἀρίστιππος Ἀρχάνδρου Ἀργεῖοι χρήσιμοι |
| γεγένηνται τῶι θεῶι χρήματα μηνύσαντες καὶ ἐγδικασάμενοι ταῦτα [εἰσέπραξαν, ὅπως καὶ εἰς τὸν λ]οιπὸν [χρόν]ον | |
| χρείας παρέχωνται τῶι θεῶι, εἶναι αὐτοῖς προδικίαν καὶ ἀσφάλειαν καθάπερ καὶ [Νέωνι (?) κατὰ ψῆφο]ν ἱερομνημόνων | |
| ἐπ’ Ἀρισταγόρα ἄρχοντος. |