frg. A.1 | [ἐπὶ πρυτάνεως Με]λ̣ετε[ῶνος· ἔδοξεν τῶι δήμωι]· |
[ἐπεὶ βασιλεὺς Εὐμ]έ̣νη̣[ς — — — — — — — — — —] | |
frg. B.1 | [— — — — — — — — — — — — —] ἀρχ̣ο̣[․․․․․] |
[— — — — — — — — — — — — —]․γως ὑπαρξ[․․․․] | |
[— — — — — — — — — — —] ν̣εώτερον φιλε̣[ῖν(?)] | |
[— — — — — — — — — ἐ]κ̣(?) τοῦ πατρὸς [․․] | |
5 | [— — — — — — ποιούμ(?)]ενος τὴν ἀναστροφὴ̣[ν] |
[— — — — — — — — — —]ως εἰς σύσστασιν ἧι θελ̣ | |
[— — — — — — — —] καὶ ἀδελφοῦ πέμπτου τὰ ε[․․] | |
[— — — — — — μ]ε̣τ̣αλλάξαντος Σελεύκου [καὶ] | |
[τῆς συμφορ]ᾶς παρακαλούσης θεωροῦντες | |
10 | [πόρον τ]ὸγ καιρὸμ παραδιδόντα πρὸς τὸ κατα- |
[θέσ]θαι χάριγ καὶ εὐεργεσίαν, πάντα πάρεργα | |
τ̣ἆλλα ποιησάμενοι καὶ ἑαυτοὺς ἐπέχρησαν καὶ | |
μέχρι τῶν ὁρίων τῆς ἰδίας βασιλείας συμπρο- | |
ελθόντες καὶ χρήμασι χορηγήσαντες καὶ | |
15 | δυνάμεις παρασκευάσαντες καὶ τῶι διαδήματι |
μετὰ τῆς ἄλλης κατασκευῆς κοσμήσαντες | |
ὡς καθῆκεν καὶ βουθ̣υτήσαντες καὶ πίστεις | |
ποιησάμενοι πρὸς ἀλλήλους μετὰ πάσης εὐνοίας | |
καὶ φιλοστοργίας ἀξιολόγως συγκατέστησαν ἐπὶ τὴμ̣ | |
20 | πατρώιαν ἀρχὴν τὸμ βασιλέα Ἀντίοχον. ὅπως ἂν οὖν̣ |
ὁ δῆμος ἐγ χάριτος ἀποδόσει φαίνηται πρωτεύων̣ | |
καὶ τοὺς ἑαυτὸν καὶ τοὺς φίλους εὐεργετοῦντας̣ | |
ἀπαρακλήτους φανερὸς εἶ τιμῶν καὶ τὰ καλὰ τῶν̣ | |
ἔργων εἰς ἀΐδιομ μνήμην ἀνάγων καὶ νῦν καθάπερ̣ | |
25 | καὶ πρότερον· ἀγαθεῖ τύχηι δεδόχθαι τεῖ βουλεῖ |
τοὺς λαχόντας προέδρους εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν | |
χρηματίσαι περὶ τούτων, γνώμην δὲ ξυμβάλλεσθαι | |
τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τεῖ βουλεῖ | |
ἐπαινέσαι τὸμ βασιλέα Εὐμένη βασιλέως Ἀττά[λου] | |
30 | καὶ βασιλίσσης Ἀπολλωνίδος καὶ στεφανῶσαι χρυσ[ῶι] |
στεφάνωι ἀριστέωι κατὰ τὸν νόμον ἀρετῆς ἕνεκεν | |
καὶ εὐνοίας καὶ καλοκἀγαθίας, ἣν ἀπεδείξατο | |
πᾶσιν ἀνθρώποις σπεύσας ὑπὲρ τοῦ βασιλέως Ἀντιόχου | |
καὶ συγκαταστήσας αὐτὸν εἰς τὴν τῶμ προγόνων ἀ̣ρχ̣ή̣[ν]. | |
35 | κατὰ ταὐτὰ δὲ στεφανῶσαι καὶ Ἄτταλον, ὅτι μετὰ τοῦ |
ἀδελφοῦ Εὐμένους πάντα συνέπραξεν ἀόκνως | |
καὶ φιλοκινδύνως. ἐπαινέσαι δὲ καὶ τοὺς ἀδελφοὺς | |
αὐτῶν Φιλέταιρον καὶ Ἀθ̣ήναιον καὶ στεφανῶσαι χρυσῶι | |
στεφάνωι ἑκάτερον αὐτῶν εὐνοίας ἕνεκεν καὶ | |
40 | φιλοτιμίας, ἣμ παρέσχοντο κατὰ τὴγ κάθοδον τοῦ |
βασιλέως Ἀντιόχου. ἐπαινέσαι δὲ καὶ τοὺς γονεῖς | |
αὐτῶν, τόν τε βασιλέα Ἄτταλον καὶ τὴμ βασίλισσαν | |
Ἀπολλωνίδα, καὶ στεφανῶσαι χρυσῶι στεφάνωι | |
ἀριστείωι ἀρετῆς ἕνεκεν καὶ καλοκἀγαθίας, | |
45 | ἣμ περιεποίησαν τοῖς ὑοῖς προστάντες τῆς παιδείας |
αὐτῶγ καλῶς καὶ σωφρόνως. ἀναγορεῦσαι δὲ τοὺς | |
στεφάνους τούτους ἔν τε τοῖς ἀγῶσιν οἷς Λ̣Ν̣Λ̣Ι̣Ι̣Τ̣Ο̣, | |
ὡσαύτως δὲ καὶ ἐν οἷς ὁ βασιλεὺς Εὐμένης μετά τε τῶν | |
ἀδελφῶν καὶ τοῦ δήμου τοῦ Περγαμηνῶν, κατὰ ταὐτὰ δὲ | |
50 | καὶ ἐν οἷς ὁ βασιλεὺς Ἀντίοχος ἐπὶ Δάφνει θ̣ήσει, καθάπε[ρ] |
αὐτοῖς ἔθος ἦν. ἵνα δὲ καὶ τὸ ὑπόμνημα διαμένει συμφ̣αν̣ὲ̣[ς] | |
εἰς τὸν αἰώνιογ χρόνον, ἀναγράψαι τόδε τὸ ψήφισμα εἰς στήλας | |
λιθίνας καὶ στῆσαι τὴμ μὲν ἐν ἀγορᾶι παρὰ τὰς εἰκόνας τὰς | |
τοῦ βασιλέως Ἀντιόχου, τὴν δὲ ἐν τῶι ἱερῶι τῆς Νικηφόρου | |
55 | Ἀθηνᾶς, τὴν δὲ ἐν τῶι ἐπὶ Δάφνει τοῦ Ἀπόλλωνος ἱερῶι. |
τῆς δὲ διαποστολῆς αὐτοῦ πρός τε τὸμ βασιλέα καὶ τὴ[μ] | |
μητέρα καὶ τοὺς ἀδελφοὺς ἐπιμεληθῆναι τοὺς στρατηγ[ούς], | |
ὅπως ἐπιμελῶς γένηται καὶ τὴν ταχίστην. |
IvP I
160