1 | θεοί. |
ἐπὶ Λυσανίου ἄρχοντος ἐπὶ τῆς Αἰαντίδος ἑνδεκάτης π- | |
ρυτανείας, ἧι Εὔμηλος Ἐμπεδίωνος Εὐωνυμεὺς ἐγραμμά- | |
τευεν· Θαργηλιῶνος τετράδι ἐπὶ δέκα, τετάρτηι καὶ δε%⁸⁰- | |
5 | κάτηι τῆς πρυτανείας· ἐκκλησία· τῶν προέδρων ἐπεψήφι- |
ζεν v Εὐκταῖος Εὐκτήμονος Πτελεάσιος καὶ συμπρόεδρ- | |
οι· v ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· | |
Δημοφάνης Ἐπιζήλου Ἁλαιεὺς εἶπεν· v ὑπὲρ ὧν ἀπαγγέλλ- | |
[ο]υσιν οἱ πρυτάνεις τῆς Πανδιονίδος ὑπὲρ τῶν θυσιῶν ὧ- | |
10 | [ν] ἔθυον τὰ πρὸ τῶν ἐκκλησιῶν τῶι τε Ἀπόλλωνι τῶι Προστ- |
[ατ]ηρίωι καὶ τῆι Ἀρτέμιδι τῆι Βουλαίαι καὶ τοῖς ἄλλοις (45) | |
[θε]οῖς οἷς πάτριον ἦν, v ἔθυσαν δὲ καὶ τοῖς Σωτῆρσιν ἐν τ- | |
[αῖ]ς καθηκούσαις ἡμέραις καλῶς καὶ φιλοτίμως· v ἀγαθεῖ (45) | |
[τύ]χει δεδόχθαι τῶι δήμωι, v τὰ μὲν ἀγαθὰ δέχεσθαι τὰ γε- | |
15 | [γο]νότα ἐν τοῖς ἱεροῖς οἷς ἔθυον ἐφ’ ὑγιείαι καὶ σωτηρ[ίαι] |
[τῆ]ς βουλῆς καὶ τοῦ δήμου 〚— — — — — — — — — — — — — — — —〛 | |
〚— — — — — — — — — — — — — — — — — — —〛 ἐπειδὴ δὲ οἱ π[ρυ]- | |
τάνεις τῆς Πανδιονίδος τάς τε θυσίας ἔθυσαν ἁπάσα[ς ὅ]- | |
σαι καθῆκον ἐν τῆι πρυτανείαι καλῶς καὶ φιλοτίμως, [ἐπι]- | |
20 | [μ]εμέληνται δὲ καὶ τῆς συλλογῆς τῆς τε βουλῆς καὶ το[ῦ δή]- |
[μ]ου καὶ τῶν ἄλλων ὧν αὐτοῖς προσέταττον οἵ τε νόμο[ι καὶ τ]- | |
ὰ ψηφίσματα τῆς βουλῆς καὶ τοῦ δήμου· v ἐπαινέσαι [τοὺς πρ]- | |
υτάνεις τῆς Πανδιονίδος καὶ στεφανῶσαι χρυσῶ[ι στεφάν]- | |
ωι κατὰ τὸν νόμον εὐσεβείας ἕνεκα τῆς πρὸς το[ὺς θεοὺς κ]- | |
25 | αὶ φιλοτιμίας τῆς εἰς τὴν βουλὴν καὶ τὸν δῆμο[ν τὸν Ἀθην]- |
[αίων. ἀνα]γρ[άψ]αι δὲ τόδε τὸ ψήφισμα τὸν γραμμ[ατέα τὸν κ]- | |
[ατὰ πρυτανεί]αν ἐν στήλει λιθίνει [καὶ στῆσαι ἐν τῶι πρυτ]- | |
[ανικῶι, εἰς δὲ τὴ]ν ἀναγραφὴν τῆς [στήλης — — — — — — — —] |
IG II²
790