Honorary decree for the Roman Publius Apustius. Parastas of
ash-colored marble, inscribed on two sides with nos. 7-10.
[ ]
Thrace — Abdera — 2nd c. BC — BCH 37 (1913) 127, 39, Decree 4
| 1 | νομοφυλάκων· ἐπει[δὴ Πόπλιος Ἀπούστιος Γαΐου] |
| υἱὸς Ῥωμαῖος γενόμε[νος — — — — — — — — — —]- | |
| κῆς ἐργασίας καὶ στοιχῶν τῆ[ι τοῦ πατρὸς ἀρετῆι καὶ δι]- | |
| αλήψει, ἐποιήσατο τὴν ἐν[δημίαν ἐν τῆι πόλει ἡμῶν] | |
| 5 | εὔτακτόν τε καὶ εὐσχήμ[ονα καὶ πρέπουσαν ἀνδρὶ κα]- |
| λῶι καὶ ἀγαθῶι, γινόμενος [ἀεί τινος ἀγαθοῦ παραίτιος] | |
| τῶι τε δήμωι καὶ τοῖς κατ’ ἰδ[ίαν ἐντυγχάνουσι τῶν πολι]- | |
| τῶν, ἔδωκέν τε πολλὰς [ἀποδείξεις ἐν καιροῖς ἀναγ]- | |
| καίοις τῆς πρὸς τὸν δῆμο[ν εὐνοίας καὶ διετήρησεν] | |
| 10 | ἡμᾶς ἐν εἰρήνῃ· ὅπως οὖν κ[αὶ ὁ δῆμος εὔπιστος ὢν φαίνηται] |
| καὶ τιμῶν τοὺς ἀγαθοὺς ἄ[νδρας, ἔδοξεν τῆι βουλῆι καὶ τῶι] | |
| [δή]μωι· ἐπῃνῆσθαι Πόπλιο[ν Ἀπούστιον Γαΐου υἱὸν Ῥωμαῖον ἐπὶ] | |
| [τῆι αἱ]ρέσ[ει ἣν ἔ]χων πρὸς τὸ[ν δῆμον διατελεῖ καὶ ἐπὶ τῶι] | |
| [πεποιῆσθαι τ]ὴν ἐνδημί[αν εὐσχήμονα — — — — — — — —] | |
| 15 | [— — — — — — — — — — — — — — — — — — — — — — — —] |