Honorary decree for Gaius Apustius and his son Publius Apustius.
Parastas of ash-colored marble, inscribed on two sides with
nos. 7-10.
[ ]
Thrace — Abdera — 2nd c. BC — BCH 37 (1913) 125, 39, Decree 3
| 1 | νομοφυλάκ[ων]· ἐπε[ιδὴ Γάϊος Ἀπούστιος Μάρκου υἱὸς Ῥω]- |
| μαῖος τὴν πλείστην π[οιεῖται ἀξίως τῆς περὶ ἑαυτὸν ἀρε]- | |
| τῆς τε καὶ διαλήψεως [τῆς πόλεως πρόνοιαν ἐπὶ τῶι συμ]- | |
| φέροντι, ὑπάρχων δὲ κα[ὶ πρόξενος {²⁷πάτρων}²⁷ τῆς πόλεως διατηρεῖ τὸν] | |
| 5 | [δ]ῆμον ἡμῶν ἐν εἰρήνη[ι καὶ ἐν παντὶ καιρῶι εὔχρηστον ἑαυ]- |
| τὸν παρέχεται εὐε[ργετῶν καὶ κοινῆι τὴν πόλιν καὶ ἰδίαι] | |
| τοὺς ἐντυνχάνο[ντας {²⁶ἐντυγχάνοντας}²⁶ τῶν πολιτῶν καὶ τῶι ἰδίωι κινδύ]- | |
| νωι συντηρεῖ τὰ {ι} ἡμῶ[ν δίκαια διὰ παντὸς διδοὺς ἀπόδει]- | |
| ξιν τῆς πρὸς τὸν δῆ[μον εὐνοίας, πεποίηται δὲ καὶ τὴν ἐνδη]- | |
| 10 | μίαν πολλάκις ἐνδη[μήσας εἰς τὴν ἡμετέραν πόλιν εὔτακ]- |
| [τ]ον καὶ σώφρονα· ὅπως [οὖν καὶ ὁ δῆμος εὐχάριστος ὢν] | |
| φαίνηται καὶ τιμῶν τοὺ[ς ἀγαθοὺς τῶν ἀνδρῶν, ἔδοξεν τῆι βου]- | |
| λῆι καὶ τῶι δήμωι· ἐπῃν[ῆσθαι Γάϊον Ἀπούστιον Μάρκου υἱ]- | |
| ὸν Ῥωμαῖον ἐπὶ τῆι αἱρ[έσει ἣν ἔχων πρὸς τὸν δῆμον ἡ]- | |
| 15 | μῶν διατελεῖ καὶ ἐπὶ τῶ[ι πεποιῆσθαι τὴν ἐνδημίαν καλὴν] |
| καὶ εὐσχήμονα καὶ ἀξία[ν τοῦ δήμου τοῦ Ῥωμαίων καὶ τῆς ἡ]- | |
| μετέρας πόλεως, ἐπῃ[νῆσθαι δὲ καὶ τὸν υἱὸν αὐτοῦ Πόπλι]- | |
| ον Ἀπούστιον Γαΐου υἱὸ[ν ἐπὶ τῶι τηρεῖν τὴν τοῦ πατρὸς {²⁷τὴν πατρικὴν}²⁷] | |
| ἀρετήν, καλεῖσθαι δὲ [αὐτοὺς καὶ εἰς προεδρίαν Διονυ]- | |
| 20 | σίων τῶι ἀγῶνι, ἀνὰ π̣[ᾶν ἔτος, ἕως ἂν ζῶσιν, καὶ στεφα]- |
| νοῦσθαι χρυσῶι στεφ̣[άνωι αὐτόν, τὴν ἀναγγελίαν ποι]- | |
| ουμένου τοῦ ἱεροκήρ[υκος τήνδε· ὁ δῆμος στεφα]- | |
| νοῖ Γάϊον Ἀπούστιον Μ̣[άρκου υἱὸν Ῥωμαῖον χρυσῶι στεφά]- | |
| νωι ἀρετῆς ἕνεκεν καὶ [δικαιοσύνης τῆς εἰς ἑαυτόν· ὁμοί]- | |
| 25 | ως δὲ καὶ τὸν υἱὸν αὐτοῦ [Πόπλιον Ἀπούστιον Γαΐου υἱ]- |
| όν, τὴν ἀναγγελίαν π[οιουμένου τοῦ ἱεροκήρυκος κα]- | |
| θότι προγέγραπται· [ποιήσασθαι δὲ καὶ εἰκόνα χαλκῆν] | |
| ἐπίχρυσον Γαΐου Ἀπο[υστίου Μάρκου υἱοῦ Ῥωμαίου ἀ]- | |
| πὸ ἀλεξανδρείων δρ̣α̣[χμῶν τρισχιλίων· τὸ δὲ ἔργον ἐγδό]- | |
| 30 | τωσαν οἱ νομοφύλακε[ς οἱ ἐνεστῶτες· τὸν δὲ οἰκονόμον τὸν δεῖνα]- |
| τον Σωτηρίχου, χορηγῆ[σαι τὴν εἰς ταῦτα δαπάνην μετὰ] | |
| τοῦ ἐπὶ τῶν χρημάτων [ἀποδοθησομένου αὐτοῖς τοῦ ἀργυ]- | |
| [ρ]ίου ἀπὸ τῶν πεσουμένω[ν προσόδων· τὴν δὲ εἰκόνα(?)] | |
| ἀναθέτωσαν ἐν Θεσσ[αλονίκηι, ἐν ὧι ἂν συνχωρηθῆι αὐτοῖς] | |
| 35 | τόπωι, ἔχουσαν ἐπιγρ[αφὴν τήνδε· ὁ δῆμος ὁ Ἀβδηριτῶν Γάϊον] |
| Ἀπούστιον Μάρκου υἱὸν Ῥ[ωμαῖον, παραίτιον γενόμενον τῆς] | |
| ἐλευθερίας τῆι πόλει ἡμῶ[ν· καὶ ἀντὶ τῶν χρειῶν τῶν παρασχε]- | |
| θεισῶν ἡμεῖν, δεδόσθαι [αὐτοῖς ἀτέλειαν πάντων καὶ εἴσ]- | |
| πλουν καὶ ἔκπλουν εἰς το[ὺς λιμένας ἀσυλεὶ καὶ ἀσπον]- | |
| 40 | δεί, καὶ ἔφοδον ἐπί τε βο[υλὴν καὶ τὸν δῆμον πρώτοις] |
| μετὰ τὰ ἱερὰ καὶ τὰ δημόσι[α· δότωσαν δὲ αὐτοῖς οἱ ἐνεστῶ]- | |
| τες νομοφύλακες ἀντίγραφ[ον τοῦ ψηφίσματος ἐν δι]- | |
| πλώματι σφραγισάμενο[ι τῆι δημοσίαι σφραγῖδι]. | |
| τὸ δὲ ψήφισμα τόδε [εἶναι εἰς εὐχαριστίαν τοῦ δήμου]. |