Honorary decree for the Roman Marcus Vallius. Parastas of
ash-colored marble, inscribed on two sides with nos. 7-10.
[ ]
Thrace — Abdera — 2nd c. BC — BCH 37 (1913) 124, 39, Decree 2
| 1 | νομοφυλάκων· ἐπειδὴ Μᾶρκος Οὐάλλιος |
| Μάρκου υἱὸς Ῥωμαῖος, ἀνὴρ καλὸς καὶ ἀγα- | |
| θὸς ὑπάρχων καὶ εὔνους τῶι δήμωι, ἀεί τι- | |
| νος ἀγαθοῦ παραίτιος γίνεται καὶ κοινῇ καὶ | |
| 5 | κατ’ ἰδίαν τοῖς ἐντυγχάνουσι τῶν πολι- |
| τῶν, ἀπροφασίστως ἑαυτὸν ἐπιδιδοὺς δι- | |
| ὰ παντὸς εἰς τὰ παρακαλούμενα, ἐνδημή- | |
| σας τε εἰς τὴν πόλιν ἡμῶν πλεονάκις τήν | |
| τε ἀναστροφὴν πεποίηται καὶ τὴν ἐνδημίαν | |
| 10 | εὐσχήμονα καὶ πρέπουσαν ἀνδρὶ καλῶι καὶ |
| ἀγαθῶι καὶ ἀξίαν τῆς τε ἡμετέρας πόλεως | |
| καὶ τοῦ δήμου τοῦ Ῥωμαίων, καὶ εὔχρηστον ἑαυ- | |
| τὸν παρέσχετο εἰς πάντα τὰ τῶι δήμωι συμφέρον- | |
| τα, ἵνα οὖν καὶ ὁ δῆμος εὔπιστος ὢν φαίνηται | |
| 15 | καὶ τιμῶν τοὺς ἀγαθοὺς τῶν ἀνδρῶν, ἔδοξεν |
| τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπῃνῆσθαι Μᾶρκον Οὐάλ- | |
| λιον Μάρκου υἱὸν Ῥωμαῖον ἐπὶ τῇ πρὸς τὸν δῆμον | |
| εὐνοίαι ἣν ἔχων διατελεῖ, καὶ εἶναι αὐτῶι ἔφοδον | |
| ἐπί τε βουλὴν καὶ τὸν δῆμον μετὰ τὰ ἱερὰ πρώ- | |
| 20 | τωι, καλεῖσθαι δὲ αὐτὸν καὶ εἰς προεδρίαν ἕως |
| ἂν ζῇ Διονυσίων τῶι ἀγῶνι κατ’ ἐνιαυτὸν καὶ | |
| στεφανοῦσθαι χρυσῶι στεφάνωι, τὴν ἀναγ- | |
| γελίαν ποιουμένου τοῦ ἱεροκήρυκος τήνδε· | |
| ὁ δῆμος στεφανοῖ Μᾶρκον Οὐάλλιον Μάρκου | |
| 25 | υἱὸν Ῥωμαῖον χρυσῶι στεφάνωι ἀρετῆς ἕνεκεν |
| καὶ εὐνοίας τῆς εἰς ἑαυτόν· δεδόσθαι δὲ αὐ- | |
| τῶι καὶ ἀτέλειαν μετὰ ἱερέα Διόνυσον ὧν ἂν ἐξ[ά]- | |
| γῃ ἢ εἰσάγῃ εἰς τὴν ἰδίαν χρείαν καὶ μὴ κατ’ ἐμπορί- | |
| αν, δεδόσθαι δὲ αὐτῶι καὶ ἐξαγωγὴν σίτου εἰς | |
| 30 | τὴν ἰδίαν χρείαν κατ’ ἐνιαυτὸν ἕως μεδίμνων ἑ- |
| κατόν· ἀναγραψάτωσαν δὲ οἱ νομοφύλακες οἱ ἐ- | |
| πὶ ἱερέως Διονύσου τόδε τὸ ψήφισμα εἰς τὸ ἱερὸ[ν] | |
| [το]ῦ Διονύσου [εἰς τὸν ἐπιφανέστ]α̣τον τόπο[ν —] | |
| [— — — — — — — — — — — — — — — — — — — —] |