[ ]
Cil. — Magarsos--Antiocheia (Karataş) — ca. 140 BC — JKF 1 (1950) 325-327 — LSAM 81
| — — — | |
| τοῦ τε ἡμετέρου δήμου καὶ τ[ῶν Ἀντιοχέων τῶν πρὸς τῶι] | |
| Κύδνωι καὶ τῶν συναυξησόντων τὰ τῆ[ς φιλανθρω]πίας καὶ | |
| φιλίας καὶ ὁμονοίας δίκαια. δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· | |
| συντελεσθῆναι τὰ προδεδηλωμένα καθ’ ἃ ἐφάνη τῶι πλήθει. τῆς δὲ | |
| 5 | κατασκευῆς τοῦ βωμοῦ προνοηθῆναι τοὺς πρυτάνεις. ἐν ἧι δ’ ἂν ἡμέραι |
| ․․․c.11․․․․ ὁ βωμὸς πεμφθῆναι πομπὴν ἀπὸ τῆς ἑστίας τῆς βουλαίας | |
| ὡς καλλίστην καὶ ἐπιφανεστάτην διὰ τοῦ δημιουργοῦ καὶ τῶν | |
| πρυτάνεων εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς τῆς Μαγαρσίας. θυθῆναι δὲ | |
| τῆι τε Ἀθηνᾶι καὶ Ὁμονοίαι ἑκατέραι δάμαλιν χρυσοκέρω[ν]. | |
| 10 | συμπομπεῦσαι δὲ τούς τε ἱερεῖς καὶ τὴν συναρχίαν καὶ τοὺς νενικηκότα[ς] |
| τοὺς στεφανίτας ἀγῶνας καὶ τὸν γυμνασίαρχον μετὰ τῶν | |
| ἐφήβων καὶ τῶν νέων καὶ τὸν παιδονόμον μετὰ τῶν παίδων. εἶναι δὲ | |
| καὶ ἐχεχειρίαν καὶ στεφανηφορίαν καὶ ἔργων καὶ δεσμῶν ἀφεῖσθαι | |
| πάντας. συναχθῆναι δὲ τοὺς μὲν ἄρχοντας καὶ τοὺς στεφανίτας | |
| 15 | ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς τῆς Μαγαρσίας, τοὺς δὲ πολίτας κατὰ φυλάς. |
| τῆς δὲ περὶ τὴν πανήγυριν εὐκοσμίας προνοηθῆναι τόν τε ἱερομνήμονα | |
| καὶ τοὺς φυλάρχους. ἐν δὲ τοῖς μετὰ ταῦτα χρόνοις θύεσθαι ἐπὶ τοῦ | |
| βωμοῦ κατὰ μῆνα τῆι νουμηνίαι ἱερεῖον, κατὰ δὲ ἐνιαυτὸν ἕκαστον | |
| τήν τε πομπὴν καὶ τὰς θυσίας καὶ τἆλλα πάντα γίνεσθαι ἀκολούθως | |
| 20 | τοῖς προγεγραμμένοις. τὰ δὲ προδεδηλωμένα |
| ἑτοιμάζεσθαι διὰ τῶν ταμιῶν ἀπὸ τῶν | |
| δημοσίων. ὅπως δὲ ἐκφανὴς πᾶσιν ὑπάρχῃ ἡ τοῦ δήμου | |
| πρὸς τοὺς συγγενεῖς ἀληθινὴ καὶ οἰκεία διάθεσις, καλεῖσθαι | |
| [ὑ]πὸ τοῦ ἱεροκήρυκος εἰς προεδρίαν ἐν τοῖς μουσικοῖς ἀγῶσ[ιν] | |
| 25 | Ἀντιοχεῖς τοὺς πρὸς τῶι Κύδνωι τοὺς συγγενεῖς καὶ φίλους. |
| καὶ ἐπειδὰν συντελῶνται αἱ νενομισμέναι κατευχαὶ καὶ σπον- | |
| δοποΐαι ἐν τῶι θεάτρωι τοῖς τε θεοῖς καὶ τοῖς βασιλεῦσιν, | |
| κατεύχεσθαι αὐτὸν κατὰ τὰ πάτρια γίνεσθαι καὶ Ἀντιοχεῦσιν τοῖς | |
| πρὸς τῶι Κύδνωι τὰ ἀγαθὰ πάντα, ὅσαπερ ἂν καὶ τῶι ἡμετέρωι δήμωι | |
| 30 | κατεύχηται. τὸν δὲ γραμματέα τῆς βουλῆς καὶ τῆς ἐκκλησίας |
| Λῦσιν Μνασέου ἀναγράψαντα τόδε τὸ ψήφισμα ἐν στήληι Παρίου | |
| λίθου ὡς χρηστοτάτου παραστῆσαι τῶι δήμωι. τὸ δὲ εἰς τὴν κατα- | |
| σκευὴν καὶ ἀναγραφὴν καὶ ἀνάθεσιν τῆς στήλης δοῦναι τοὺς | |
| ταμίας ἀπὸ τῶν δημοσίων. τὸν δὲ δημιουργὸν Δημήτριον | |
| 35 | Δημητρίου τοῦ Ἀναξίππου καὶ ἄλλους πρεσβευτὰς δύο, οὓς ἂν ἡ |
| ἐκκλησία ἕληται, ἀποδημήσαντας πρὸς Ἀντιοχεῖς καὶ ἀποδόντας | |
| τὸ ψήφισμα ἀσπάσασθαί τε αὐτοὺς παρὰ τοῦ πλήθους καὶ ἐμφαν[ί]- | |
| σαντας τὴν τῶν πολιτῶν εὔνοιαν διαλεχθῆναι περὶ τῶν σ[υ]μ- | |
| φερόντων ἀμφοτέραις ταῖς πόλεσιν. ἡιρέθησαν Διονύσιος | |
| 40 | Ἀλεξάνδρου, Μουσαῖος Νικολάου. {²vac.}² |