[ ]
Cil. — Anazarbos (Anavarza Kalesi) — 198-211 AD — AS 2 (1950) 127, 1
| 1 | Δημήτριος δὶς Σαλαμείνιος πένταθλον· |
| τειμηθεὶς ὑπὸ τῶν κυρίων Αὐτοκρατόρων | |
| ξυσταρχίαις διὰ βίου· νεικήσας τρὶς Ὀλύμπ[ια] | |
| κατὰ τὸ ἑξῆς ἀνδρῶν στάδιον, καὶ δὶς πέν[τα]- | |
| 5 | θλον, καὶ τοὺς ὑπογεγραμμένους ἀγῶνας· |
| ἐν Ἑλλάδι Παναθήνεα τὰ μεγάλα, Πύθια· Ἁδριάνε[ι]- | |
| α, Κομόδεια δὶς ἐν Ἐφέσῳ· Ἴσθμια δὶς ἱερόν· ἐν Νεα- | |
| πόλει τῆς Ἰταλίας Σεβαστά, νεικήσας τοὺς ἀπο- | |
| γραψαμένους πζʹ· Ζμύρναν, Ἀντιόχειαν κατὰ | |
| 10 | τὸ ἑξῆς τὸν Ἁδριάνειον καὶ τὸν Κομόδειον καὶ τὸν |
| Εὐκράτους· Ἀναζάρβου τῆς μητροπόλεως Ἁδριάνειον | |
| ἱερὸν δίς· Ταρσὸν δίς· κοινὸν Ἀσίας νεικήσας πέμ- | |
| πτῳ <ὅ>πλῳ {⁴ΑΠΛΩ}⁴ Ὀπτᾶτον ποιήσας αὑτῷ τετράκις | |
| σύνδρομον· καὶ τοὺς ὑποτεταγμένους ἀγῶ- | |
| 15 | νας παντὸς κλίματος τῆς οἰκουμένης ταλαντ[ιαί]- |
| ους καὶ ἡμιταλα[ντιαί]ους μζʹ· ὧν καὶ τὰς | |
| πολιτείας ἔχει. |